Matthew 16

Peter Confesses Jesus as the Christ

13Ἐλθὼν δὲ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, “Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου;” 14Οἱ δὲ εἶπον, “Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἕνα τῶν προφητῶν.” 15Λέγει αὐτοῖς, “Ὑμεῖς δὲ, τίνα με λέγετε εἶναι;” 16Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, “Σὺ εἶ Χριστὸς, Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.” 17Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτῷ, “Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾽ Πατήρ μου, ἐν τοῖς οὐρανοῖς. 18Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ἅιδου οὐ κατισχύσουσιν αὐτῆς. 19Δώσω σοι τὰς κλεῖδας τῆς Βασιλείας τῶν Οὐρανῶν, καὶ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.” 20Τότε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Χριστός.

  1. Home
  2. Read
  3. CNTR SR