Matthew 19

3Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες, “Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;” 4 δὲ ἀποκριθεὶς εἶπεν, “Οὐκ ἀνέγνωτε ὅτι ποιήσας ἀπ᾽ ἀρχῆς, ἄρσεν καὶ θῆλυ, ἐποίησεν αὐτοὺς ; 5Καὶ εἶπεν, Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ; 6Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. οὖν Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.” 7Λέγουσιν αὐτῷ, “Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν ;” 8Λέγει αὐτοῖς, ὅτιΜωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Καὶ ἀπολελυμένην γαμῶν μοιχᾶται.”

  1. Home
  2. Read
  3. CNTR SR