Matthew 24

The Abomination of Desolation

15Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως , τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ἐν τόπῳ ἁγίῳ ( ἀναγινώσκων νοείτω), 16τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη, 17 ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18καὶ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 19Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20Προσεύχεσθε δὲ ἵνα μὴ γένηται φυγὴ ὑμῶν χειμῶνος, μηδὲ Σαββάτῳ. 21Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾽ οὐ μὴ γένηται. 22Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, διὰ δὲ τοὺς ἐκλεκτοὺς, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ, ὧδε Χριστός , Ὧδε , μὴ πιστεύσητε. 24Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς. 25Ἰδοὺ, προείρηκα ὑμῖν. 26Ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδοὺ, ἐν τῇ ἐρήμῳ ἐστίν , μὴ ἐξέλθητε. Ἰδοὺ, ἐν τοῖς ταμείοις , μὴ πιστεύσητε. 27Ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 28Ὅπου ἐὰν τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

No One Knows that Day and Hour

36Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ Υἱός, εἰ μὴ Πατὴρ μόνος. 37Ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 38Ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν, Νῶε εἰς τὴν κιβωτόν. 39Καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 40Τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. 41Δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται, καὶ μία ἀφίεται. 42Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ Κύριος ὑμῶν ἔρχεται. 43Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης, ποίᾳ φυλακῇ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44Διὰ τοῦτο καὶ, ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι οὐ δοκεῖτε ὥρᾳ, Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.

  1. Home
  2. Read
  3. CNTR SR