Matthew 27

Judas Hangs Himself

3Τότε ἰδὼν Ἰούδας παραδιδοὺς αὐτὸν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις 4λέγων, “Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον.” Οἱ δὲ εἶπον, “Τί πρὸς ἡμᾶς; Σὺ ὄψῃ.” 5Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο. 6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, “Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.” 7Συμβούλιον δὲ λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως, εἰς ταφὴν τοῖς ξένοις. 8Διὸ ἐκλήθη ἀγρὸς ἐκεῖνος, Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. 9Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος, “Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντοἀπὸ υἱῶν Ἰσραήλ, 10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν Ἀγρὸν τοῦ Κεραμέως, καθὰ συνέταξέν μοι Κύριος”.

The Release of Barabbas

15Κατὰ δὲ ἑορτὴν, εἰώθει ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. 16Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν. 17Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς Πιλᾶτος, “Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν Ἰησοῦν, τὸν λεγόμενον Χριστόν;” 18ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα, “Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν.” 20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21Ἀποκριθεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς, “Τίνα θέλετε ἀπὸ τῶν δύο, ἀπολύσω ὑμῖν;” Οἱ δὲ εἶπον, τὸνΒαραββᾶν.” 22Λέγει αὐτοῖς Πιλᾶτος, “Τί οὖν ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν;” Λέγουσιν πάντες, “Σταυρωθήτω.” 23 δὲ ἔφη, “Τί γὰρ κακὸν ἐποίησεν;” Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, “Σταυρωθήτω.” 24Ἰδὼν δὲ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων, “Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου. Ὑμεῖς ὄψεσθε.” 25Καὶ ἀποκριθεὶς πᾶς λαὸς εἶπεν, “Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.” 26Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας, παρέδωκεν, ἵνα σταυρωθῇ.

The Death of Jesus

45Ἀπὸ δὲ ἕκτης ὥρας, σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46Περὶ δὲ τὴν ἐνάτην ὥραν, ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, “Ἐλωί, Ἐλωί, λεμὰ σαβαχθάνι;” Τοῦτ᾽ ἔστιν, “Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;” 47Τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον, ὅτιἨλίαν φωνεῖ οὗτος.” 48Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. 49Οἱ δὲ λοιποὶ ἔλεγον, “Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.” 50 δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκεν τὸ πνεῦμα. 51Καὶ ἰδοὺ, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ᾽ ἄνωθεν ἕως κάτω, εἰς δύο καὶ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη· 53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα λέγοντες, “Ἀληθῶς Υἱὸς Θεοῦ ἦν οὗτος.”

  1. Home
  2. Read
  3. CNTR SR