Revelation 9

1Καὶ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ κλεὶς τοῦ φρέατος τῆς Ἀβύσσου, 2καὶ ἤνοιξεν τὸ φρέαρ τῆς Ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος, ὡς καπνὸς καμίνου μεγάλης, καὶ ἐσκοτίσθη ἥλιος καὶ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. 3Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. 4Καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσιν τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρὸν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων. 5Καὶ ἐδόθη αὐτοῖς, ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα βασανισθήσονται μῆνας πέντε· καὶ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. 6Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις, ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύγει θάνατος ἀπ᾽ αὐτῶν.

13Καὶ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, 14λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ἔχων τὴν σάλπιγγα, “Λῦσον τοὺς τέσσαρας ἀγγέλους, τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.” 15Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι, οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν, καὶ ἡμέραν, καὶ μῆνα, καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16Καὶ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δύο μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν: ἔχοντας θώρακας πυρίνους, καὶ ὑακινθίνους, καὶ θειώδεις, καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ, καὶ καπνὸς, καὶ θεῖον. 18Ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων ἐκ τοῦ πυρὸς, καὶ τοῦ καπνοῦ, καὶ τοῦ θείου, τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν, αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

  1. Home
  2. Read
  3. CNTR SR