Romans 8

Future Glory

18Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19 γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. 20Τῇ γὰρ ματαιότητι, κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφ᾽ ἑλπίδι 21ὅτι καὶ αὐτὴ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 22Οἴδαμεν γὰρ ὅτι πᾶσα κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. 23Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ, τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. 24Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς, γὰρ βλέπει τις, ἐλπίζει; 25Εἰ δὲ οὐ βλέπομεν ἐλπίζομεν, δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα.

God’s Everlasting Love

31Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; 32Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται; 33Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς δικαιῶν. 34Τίς κατακρίνων; Χριστὸς Ἰησοῦς ἀποθανών, μᾶλλον δὲ ἐγερθείς ὅς, καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. 35Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις, στενοχωρία, διωγμὸς, λιμὸς, γυμνότης, κίνδυνος, μάχαιρα; 36Καθὼς γέγραπται, ὅτιἝνεκεν σοῦ, θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.” 37Ἀλλ᾽ ἐν τούτοις πᾶσιν, ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, 39οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν.

  1. Home
  2. Read
  3. CNTR SR