Romans 9

19Ἐρεῖς μοι οὖν, “Τί οὖν ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;” 20 ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ, ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα, τῷ πλάσαντι, “Τί με ἐποίησας οὕτως;” 21 οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος, δὲ εἰς ἀτιμίαν; 22Εἰ δὲ θέλων Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, 23καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, προητοίμασεν εἰς δόξαν, 24οὓς καὶ ἐκάλεσεν, ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει, “Καλέσω τὸν οὐ λαόν μου, Λαόν μου , καὶ τὴν οὐκ ἠγαπημένην, Ἠγαπημένην .” 26Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς , ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.”

  1. Home
  2. Read
  3. CNTR SR