Luke 1

Birth of John the Baptist Foretold

5Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου, τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά: καὶ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. 6Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι. 7Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. 8Ἐγένετο δὲ, ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, 9Κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. 10Καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12Καὶ ἐταράχθη, Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. 13Εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία: διότι εἰσηκούσθη δέησίς σου· καὶ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. 15Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ· καὶ Πνεύματος Ἁγίου πλησθήσεται, ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν. 17Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων· ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. 18Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19Καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰμι Γαβριὴλ, παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρός σε, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20Καὶ, ἰδού, ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. 21Καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ ναῷ. 22Ἐξελθὼν δὲ, οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς: καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ: καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 24Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα, 25Ὅτι Οὕτως μοι πεποίηκεν Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν, ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.

Birth of Jesus Foretold

26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ὄνομα Ναζαρέτ, 27Πρὸς παρθένον μεμνηστευμένην ἀνδρί ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28Καὶ εἰσελθὼν ἄγγελος πρὸς αὐτὴν, εἶπεν, Χαῖρε, κεχαριτωμένη, Κύριος μετά σοῦ: εὐλογημένη σὺ ἐν γυναιξίν. 29 δὲ ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος. 30Καὶ εἶπεν ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ: εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. 31Καὶ, ἰδού, συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται: καὶ δώσει αὐτῷ Κύριος Θεὸς τὸν θρόνον Δαυίδ τοῦ πατρὸς αὐτοῦ: 33Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35Καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι: διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. 36Καὶ, ἰδού, Ἐλισάβετ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς: καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ, τῇ καλουμένῃ στείρᾳ. 37Ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. 38Εἶπεν δὲ Μαριάμ, Ἰδού δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ἄγγελος. 39Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· 40Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41Καὶ ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου Ἐλισάβετ: 42Καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ, καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος καρπὸς τῆς κοιλίας σου. 43Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ μήτηρ τοῦ Κυρίου μου πρός με; 44Ἰδοὺ, γάρ, ὡς ἐγένετο φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. 45Καὶ μακαρία πιστεύσασα: ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. 46Καὶ εἶπεν Μαριάμ, Μεγαλύνει ψυχή μου τὸν Κύριον, 47Καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. 48Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ: ἰδοὺ, γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί. 49Ὅτι ἐποίησέν μοι μεγάλεῖα δυνατός· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. 50Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν. 51Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 52Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. 53Πεινῶντας ἐνέπλησεν ἀγαθῶν· καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους· 55Καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ, καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. 56Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

The Birth of John the Baptist

57Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη χρόνος τοῦ τεκεῖν αὐτήν· καὶ ἐγέννησεν υἱόν. 58Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς· καὶ συνέχαιρον αὐτῇ. 59Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ, ἦλθον περιτεμεῖν τὸ παιδίον· καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν. 60Καὶ ἀποκριθεῖσα μήτηρ αὐτοῦ εἶπεν, Οὐχί· ἀλλὰ κληθήσεται Ἰωάννης. 61Καὶ εἶπον πρὸς αὐτὴν, ὅτι Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. 63Καὶ αἰτήσας πινακίδιον, ἔγραψεν, λέγων, Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. 64Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει, εὐλογῶν τὸν Θεόν. 65Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς: καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. 66Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται! Καὶ χεὶρ Κυρίου ἦν μετ᾽ αὐτοῦ. 67Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου, καὶ προεφήτευσεν, λέγων, 68Εὐλογητὸς Κύριος Θεὸς τοῦ Ἰσραήλ· ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69Καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυίδ τοῦ παιδὸς αὐτοῦ· 70Καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ: 71Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· 72Ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ· 73Ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, ⋄τοῦ δοῦναί ἡμῖν, 74ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ 75Ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. 76Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ: προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ· 77Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78Διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79Ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. 80Τὸ δὲ παιδίον ηὔξανεν, καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

  1. Home
  2. Read
  3. King James TR