Mark 10

Teaching about Divorce

1Κἀκεῖθεν ἀναστὰς, ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου: καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς. 2Καὶ προσελθόντες οἱ Φαρισαῖοι, ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι; πειράζοντες αὐτόν. 3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωσῆς; 4Οἱ δὲ εἶπον, Μωσῆς ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. 5Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην. 6Ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς Θεός. 7Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· 8Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν: ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ. 9 οὖν Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 10Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11Καὶ λέγει αὐτοῖς, Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν. 12Καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς, καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.

The Rich Young Man

17Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν εἷς, καὶ γονυπετήσας αὐτὸν, ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός εἰ μὴ εἷς, Θεός. 19Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν σοί ὑστερεῖ: ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ: καὶ δεῦρο, ἀκολούθει μοι. Ἄρας τὸν σταυρόν, 22 δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ, ἀπῆλθεν λυπούμενος: ἦν γὰρ ἔχων κτήματα πολλά. 23Καὶ περιβλεψάμενος Ἰησοῦς, λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται! 24Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς, λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπι χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν! 25Εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν, πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, Καὶ Τίς δύναται σωθῆναι; 27Ἐμβλέψας δὲ αὐτοῖς Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ Θεῷ: πάντα γὰρ δυνατά ἐστιν παρὰ τῷ Θεῷ. 28Καὶ ἤρξατο Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. 29Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, Οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἀδελφούς, ἀδελφάς, πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀγρούς, ἕνεκεν ἐμοῦ, καὶ τοῦ εὐαγγελίου, 30Ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ μητέρας, καὶ τέκνα, καὶ ἀγρούς, μετὰ διωγμῶν· καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι· καὶ οἱ ἔσχατοι πρῶτοι.

The Request of James and John

35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ἐὰν αἰτήσωμέν ποιήσῃς ἡμῖν. 36 δὲ εἶπεν αὐτοῖς, Τί θέλετε ποιῆσαί με ὑμῖν; 37Οἱ δὲ Εἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμῶν, σου καθίσωμεν, ἐν τῇ δόξῃ σου. 38 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε: δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω; καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39Οἱ δὲ εἶπον αὐτῷ, Δυνάμεθα. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ μὲν ποτήριον ἐγὼ πίνω πίεσθε· καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε: 40Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι· ἀλλ᾽ οἷς ἡτοίμασται. 41Καὶ ἀκούσαντες οἱ δέκα, ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς, λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν Ἐθνῶν κατακυριεύουσιν αὐτῶν· καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν: ἀλλ᾽ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος: 44Καὶ ὃς ἂν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος. 45Καὶ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Jesus Heals the Blind Bartimaeus

46Καὶ ἔρχονται εἰς Ἰεριχώ: καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου, Βαρτιμαῖος τυφλὸς, ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47Καὶ ἀκούσας ὅτι Ἰησοῦς Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν, καὶ λέγειν, Ὑιὸς Δαυίδ, Ἰησοῦ, ἐλέησόν με. 48Καὶ ἐπετίμων αὐτῷ πολλοί ἵνα σιωπήσῃ: δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με. 49Καὶ στὰς Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι. Καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει, ἔγειραι· φωνεῖ σε. 50 δὲ, ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰς, ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51Καὶ ἀποκριθεὶς λέγει αὐτῷ Ἰησοῦς, Τί θέλεις ποιήσω σοί; δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω. 52 δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· πίστις σου σέσωκέν σε. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

  1. Home
  2. Read
  3. King James TR