An Epitome of the New Testament - Nicholas Stoffel
First Part — The Birth and Infancy of our Lord Jesus Christ
This is a simplified summary of the narrative of the Greek New Testament designed for students of Biblical Greek who are looking for easy to read comprehensible input. How to use this text:
- Begin by reading the text slowly to ensure that you can understand the text, hover over or tap each word you do not understand.
- Re-read the text multiple times, each time aim to increase your reading speed without compromising your ability to understand the text.
NOTE: This text was automatically parsed, and is not fully validated. Occasionally a neuter nominative or accusative tag may be incorrect.
1. Mary and Joseph
2. Zachary and Elizabeth
3. The Annunciation of the Birth of St. John
Καὶ ἐγένετο, ὅτε ἱεράτευεν ὁ Ζαχαρίας ἐν τῷ ναῷ, ὤφθη αὐτῷ ἄγγελος τοῦ Κυρίου καὶ εἶπε πρὸς αὐτόν· Μὴ φοβοῦ, Ζαχαρία, εἰσηκούσθη ἡ δέησίς σου· ἡ γυνή σου Ἐλισάβετ γεννήσει σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Ἔσται μέγας ἐνώπιον τοῦ Κυρίου καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν. Τοῦ δὲ Ζαχαρίου ἀπιστοῦντος, εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· Ὅτι οὐκ ἐπίστευσας τοῖς λόγοις μου, ἔσῃ σιωπῶν καὶ μὴ λαλήσεις μεχρὶ τῆς ἡμέρας ᾗ πάντα ταῦτα γενήσεται.
4. The Annunciation of the Birth of Our Lord
Καὶ μετὰ ἕξ μῆνας ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ πρὸς τὴν παρθένον Μαρίαν εἰς Ναζαρέτ. Καὶ εἰσελθὼν εἶπε πρὸς αὐτήν· Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν, Εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μεγας καὶ υἱὸς τοῦ Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβίδ, τοῦ πατρὸς αὐτοῦ.
5. Astonishment of Mary — The Angel Relieves her Anxiety
Ἡ δὲ Μαρία ταράσσεται καὶ λέγει πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γιγνώσκω; Ὁ ἄγγελος ἀποκρίνεται αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις τοῦ Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ τέκνον σου ἅγιον κληθήσεται υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ, ἡ συγγενής σου, καὶ αὐτὴ λήψεται υἱὸν ἐν τῷ γήρᾳ αὐτῆς, ὅτι οὐδέν ἐστιν ἀδύνατον παρὰ τῷ Θεῷ. Τότε ἡ Μαρία εἶπεν· Ἰδοὺ ἡ δούλη τοῦ Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
6. Mary visits Elizabeth
Μετὰ ταῦτα Μαρία ἐπορεύθη μετὰ σπουδῆς πρὸς τὴν συγγενῆ αὐτῆς Ἐλισάβετ καὶ ἠσπάσατο αὐτήν. Ἡ δὲ Ἐλισάβετ, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐπλήσθη Πνεύματος Ἁγίου καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ εἶπε Μαρία· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαρίσουσί με πᾶσαι αἱ γενεαί. Ἔμεινε δὲ Μαρία ἔτι τρεῖς μῆνας σὺν αὐτῇ καὶ ὑπέστρεψεν οἴκαδ᾽ εἰς Ναζαρέτ.
7. The Birth of John the Baptist.
Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος καὶ ἐγέννησεν υἱόν. Οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ἀκούσαντες συνέχαιρον αὐτῇ καὶ ἔθελον καλεῖν τὸ παιδίον κατὰ τὸ τοῦ πατρὸς ὄνομα Ζαχαρίαν. Ζαχαρίας δὲ ὁ πατὴρ ἔγραψεν εἰς πινακίδιον λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ παραχρῆμα ἀνεῴχθη ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. Καὶ πλησθεὶς Πνεύματος Ἁγίου ἐπροφήτευσε λέγων· Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.
8. The Angel explains to Joseph the Mysteries of God
Ὅτε ἡ Μαρία πάλιν ἦλθεν εἰς Ναζαρέτ, ὁ ἄγγελος τοῦ Κυρίου κατ᾽ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ λέγων· Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν, τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Γεννήσει δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου. ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος τοῦ Κυρίου καὶ παρέλαβε τὴν Μαρίαν πρὸς ἑαυτόν.
9. The Nativity of Our Lord Jesus Christ
Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, τοῦ πρώτου τῶν Ῥωμαίων αὐτοκράτορος, ἀπογράφεσθαι πάντας τοὺς πολίτας, ἕκαστον ἐν τῇ ἰδίᾳ πόλει. Ὁ Ἰωσὴφ οὖν, ὅτι ἦν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἐπορεύετο σὺν Μαρίᾳ ἐκ τῆς πόλεως Ναζαρὲτ εἰς τὴν πόλιν τοῦ Δαβίδ, ἣ ἐκαλεῖτο Βηθλεέμ. Ἐκεῖ ἡ Μαρία ἐγέννησεν υἱὸν καὶ σπαργανώσασα αὐτὸν ἀνέκλινεν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
10 The Shepherds in the Field.
Ἐν τῇ αὐτῇ χώρᾳ ἦσαν ποιμένες φυλάσσοντες τὰ ποίμνια τῆς νυκτός. Καὶ ἰδού, ὁ ἄγγελος τοῦ Κυρίου ἐφαίνετο αὐτοῖς καὶ εἶπεν· Μὴ φοβεῖσθε, εὐαγγελίζομαι γὰρ ὑμῖν χαρὰν μεγάλην, ἣ ἔσται παντὶ τῷ λαῷ. Σήμερον γὰρ ἐγεννήθη ὑμῖν ὁ Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ, καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε τὸ βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ τῆς γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.
11. The Shepherds at the Crib.
Ὡς δὲ οἱ ἄγγελοι ἀπῆλθον εἰς τὸν οὐρανόν, οἱ ποιμένες ἔλεγον πρὸς ἀλλήλους· Ἔλθωμεν εἰς Βηθλεὲμ καὶ ἴδωμεν, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. Καὶ ἦλθον σπεύσαντες καὶ εὗρον τήν τε Μαρίαν καὶ τὸν Ἰωσήφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. Τότε διεγνώρισαν τὰ ῥήματα τοῦ ἀγγέλου καὶ ὑπέστρεψαν δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεόν. Πάντες δέ, οἱ ἀκούσαντες τοῦτο, ἐθαύμασαν. Τῇ δὲ ὀγδόῃ ἡμέρᾳ τὸ ὄνομα τοῦ παιδίου ἐκλήθη Ἰησοῦς, ὥσπερ προςέταξεν ὁ ἄγγελος πρὸ τῆς γενεᾶς αὐτοῦ.
12. The Magi with Herod at Jerusalem
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος, ἰδού, μάγοι ἀπ᾽ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· Ποῦ ἐστιν ὁ γεννηθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρώδης ὁ βασιλεὺς ἐταράχθη καὶ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ’ αὐτῶν, ποῦ ὁ Χριστὸς μέλλει γεννηθῆναι. Οἱ δὲ εἶπον· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου. Τότε ὁ Ἡρώδης ἔπεμψε τοὺς μάγους εἰς Βηθλεὲμ καὶ εἶπεν· Πορεύεσθε, καὶ ἐπειδὰν εὕρητε τὸ παιδίον, ἀπαγγέλλετέ μοι, ὅπως καὶ ἐγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
13. The Adoration of the Magi
Οἱ δὲ μάγοι ἐπορεύθησαν, καὶ ἰδού, ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἄχρι τοῦ καταλύματος, οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν σφόδρα. Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας, τῆς μητρὸς αὐτοῦ, καὶ προσκυνήσαντες ἐδωρήσαντο αὐτῷ χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ᾽ ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
14. The Presentation in the Temple.
Τῶν μάγων ἀναχωρησάντων, Ἰωσὴφ καὶ Μαρία ἀνήγαγον τὸν Ἰησοῦν εἰς Ἱεροσόλυμα, παραστῆσαι αὐτὸν τῷ Κυρίῳ. Καὶ ἰδού, ἦν ἐν τῷ ναῷ ἄνθρωπός τις δίκαιος καὶ εὐλαβής, ᾧ τὸ ὄνομα Συμεών, προσδεχόμενος τὴν παράκλησιν τοῦ Ἰσραήλ. Οὗτος ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν, ἐδέξατο τὸ παιδίον Ἰησοῦν εἰς τὰς ἀγκάλας, εὐλόγησε τὸν Θεὸν καὶ εἶπεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, φῶς εἰς τὴν ἀποκάλυψιν τῶν ἐθνῶν, καὶ δόξαν τοῦ λαοῦ σου Ἰσραήλ.
15. The Flight into Egypt
Καὶ ὅτε ἐποίησαν πάντα, ἃ προσέταξεν αὐτοῖς ὁ νόμος, ὁ ἄγγελος τοῦ Κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ Ἰωσὴφ καὶ λέγει· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ μένε ἐκεῖ ἕως ἂν εἴπω σοι. Μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, ἵνα φονεύῃ αὐτό. Ἰωσὴφ οὖν ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς τοῦ Ἡρώδου.
16. The Massacre of the Innocents.
Ἡρώδης ὁρῶν ὅτι ἐξηπατήθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν καὶ ἀποστέλλων στρατιώτας ἐκέλευσεν ἀναιρεῖν πάντας τοὺς παῖδας διετεῖς καὶ νεωτέρους, τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πάσῃ τῇ περικειμένῃ χώρᾳ. Τότε ἐπληρώθη τὸ ῥῆμα, ὃ ἔλεγεν Ἱερεμίας ὁ προφήτης· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἠθέλησε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
17. The Return to Nazareth
Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ὁ ἄγγελος αὖθις κατ᾽ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ καὶ ἐπέταξεν αὐτῷ, ὑποστρέψαι εἰς τὴν πατρίδα λέγων· Παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς τὴν γῆν Ἰσραήλ· τετελευτήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐπείσθη καὶ παραλαβὼν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ πάλιν ὑπέστρεψεν εἰς τὴν γῆν Ἰσραὴλ καὶ κατῴκησεν ἐν Ναζαρέτ. Καὶ οὕτως ἐπληρώθη τὸ ῥῆμα, ὃ ἔλεγεν ὁ Κύριος διὰ τοῦ προφήτου, ὅτι Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
18. The Child Jesus in the Temple
Καὶ ὅτε ἐγένετο Ἰησοῦς ἐτῶν δώδεκα, οἱ γονεῖς ἤγαγον αὐτὸν μεθ᾽ ἑαυτῶν εἰς Ἱεροσόλυμα τῇ ἑορτῇ τοῦ Πάσχα. Ἀναχωρησάντων δὲ αὐτῶν, ὑπέμεινεν ὁ παῖς Ἰησοῦς ἐν Ἱεροσόλυμα, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. Ὀδυνώμενοι οὖν ἐζήτουν αὐτὸν καὶ μεθ’ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ παρὰ τοῖς διδασκάλοις, ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. Καὶ εἶπεν ἡ μητὴρ αὐτοῦ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο· Τί ἐζητεῖτέ με; οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; Καὶ τότ᾽ ἦλθε μετ᾽ αὐτῶν εἰς Ναζαρὲτ καὶ ἦν ὑποτασσόμενος αὐτοῖς, καὶ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ παρὰ τοῖς ἀνθρώποις.
This text is from An Epitome of The New Testament by Nicholas Stoffell first published in 1900. It has been transcribed as part of the Greek Learner Texts project. The original PDF is available on archive.org.