An Epitome of the New Testament - Part 2
Second Part — Jesus Commences His Public Ministry
19. John The Baptist in the Desert
Τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, ἐγένετο τὸ ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων τὸ βάπτισμα τῆς μετανοίας εἰς τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὡς γέγραπται διὰ Ἠσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Εἶχε δὲ ὁ Ἰωάννης τὸ ἔνδυμα ἐκ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφύν, καὶ ἡ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
20. The Preaching of John the Baptist
Τότε ἐξεπορεύοντο οἱ ὄχλοι καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ὁμολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἰδὼν δὲ Ἰωάννης πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιεῖτε καρπὸν ἄξιον τῆς μετανοίας. Ἤδη γὰρ κεῖται ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων· πᾶν δένδρον, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλλεται.
21. John Bears Testimony to Jesus
Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μή ποτὲ αὐτὸς εἴη ὁ Χριστός, ἔλεγεν αὐτοῖς· Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, αὐτὸς δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί. Ἔχει γὰρ τὸ πτύον ἐν τῇ χειρί, καὶ διακαθαρίσει τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Τοιαῦτα καὶ ἄλλα πολλὰ ἐδίδασκεν ὁ Ἰωάννης τὸν λαὸν ἐν τῇ ἐρήμῳ.
22. Baptism of Jesus
Ἰησοῦς, ὢν ὡς ἐτῶν τριάκοντα, ἦλθεν ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, ἵνα καὶ αὐτὸς βαπτισθῇ. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ὁ δὲ Ἰησοῦς ἔθελεν οὕτω πληρῶσαι πᾶσαν δικαιοσύνην. Βαπτισθεὶς οὖν, καὶ ἐκβαίνων ἐκ τοῦ ὕδατος, εἶδε τοὺς οὐρανοὺς σχιζομένους, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ σωματικῷ εἴδει καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν. Καὶ φωνὴ ἠκούσθη ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
23. Jesus is Tempted in the Desert.
Μετὰ ταῦτα ὁ Ἰησοῦς πλήρης τοῦ Ἁγίου Πνεύματος ἤγετο εἰς τὴν ἔρημον, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασεν. Καὶ προςελθὼν ὁ διάβολος εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτος. Ἀπεκρίθη ὁ Ἰησοῦς· Γέγραπται, ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ ἐκ τοῦ στόματος τοῦ Θεοῦ. Ἔτι δύο ἄλλους πειρασμοὺς ὑπέμεινεν ὁ Ἰησοῦς, καὶ τότε ἀφῆκεν αὐτὸν ὁ διάβολος, καὶ ἄγγελοι προςῆλθον καὶ διηκόνουν αὐτῷ.
24. John’s Second Testimony to Jesus
Ἐκ τῆς ἐρήμου πάλιν ἦλθεν ὁ Ἰησοῦς πρὸς τὸν Ἰορδάνην, ὅπου ἦν Ἰωάννης βαπτίζων. Ἰωάννης οὖν, ἰδὼν αὐτὸν ἐρχόμενον, λέγει πρὸς τοὺς ὄχλους· Ἰδού, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Οὗτός ἐστι, περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων, ἵνα οὗτος φανερωθῇ τῷ Ἰσραήλ. Τεθέαμαι γὰρ τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ ἐπ᾽ αὐτὸν καὶ μαρτυρέω ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
25. The First Disciples of Jesus
Τῇ ἐπαύριον πάλιν εἶδεν ὁ Ἰωάννης τὸν Ἰησοῦν περιπατοῦντα καὶ λέγει· Ἰδέ, ὁ ἀμνὸς τοῦ Θεοῦ. Δύο ἐκ τῶν μαθητῶν αὐτοῦ ἤκουον αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Εἷς ἐκ τῶν δύο, Ἀνδρέας ὀνόματι, εὑρίσκει τὸν ἀδελφὸν τὸν ἴδιον καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων, ὁ υἱὸς τοῦ Ἰωνᾶ. Ἀπὸ τοῦ νῦν σὺ κληθήσῃ Κηφᾶς, (ὃ ἑρμηνεύεται Πέτρος). Τῇ ἐπαύριον ἰὼν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ὁ δὲ Φίλιππος εὑρίσκει τὸν φίλον αὐτοῦ Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς, καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ. Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμήν, ἀμὴν λέγω ὑμῖν· Ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
26. The Marriage at Cana
Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐκλήθη ὁ Ἰησοῦς μετὰ τῆς μητρὸς καὶ τῶν μαθητῶν αὐτοῦ εἰς γάμον ἐν Κανᾶ τῆς Γαλιλαίας. Ὑστερήσαντος τοῦ οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. Τοῖς δὲ διακόνοις λέγει· Ὅ, τι ἂν λέγῃ ὑμῖν ποιήσατε. Καὶ ἐκέλευσεν ὁ Ἰησοῦς, ἓξ μεγάλας λιθίνας ὑδρίας, κειμένας ἐκεῖ, γεμίζειν καὶ φέρειν τῷ ἀρχιτρικλίνῳ. Ὁ δὲ ἀρχιτρίκλινος ἐγεύσατο, καὶ ἰδού, τὸ ὕδωρ γεγένηται οἶνος ἥδιστος καὶ χαριέστατος. Ταύτην τὴν ἀρχὴν τῶν σημείων ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας, καί ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
27. First Passover. — Christ’s Zeal for the Sanctity of the Temple
Ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἐν τῷ ἱερῷ εὗρεν ἀνθρώπους πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ κερματίζοντας νομίσματα. Καὶ ποιήσας φραγέλλιον ἐξέβαλε πάντας, αὐτούς τε καὶ τοὺς βόας καὶ τὰ πρόβατα, ἐκ τοῦ ἱεροῦ. Τοῖς δὲ τὰς περιστερὰς πωλοῦσιν ἔλεγεν· Αἴρετε ταῦτα ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατεσθίει με. Καὶ ἔμενεν ὁ Ἰησοῦς ἐν τοῖς Ἱεροσολύμοις διὰ τῆς ἑορτῆς τοῦ Πάσχα, καὶ πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες τὰ σημεῖα, ἃ ἐποίει.
28. Nicodemus comes to see Jesus
Ἦν ἐν Ἱεροσόλυμα ἄνθρωπός τις, Νικόδημος τὸ ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. Οὗτος ἦλθε πρὸς Ἰησοῦν τῆς νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββί, οἴδαμεν, ὅτι διδάσκαλος ἀπὸ Θεοῦ ἐρχόμενος· οὐδεὶς γὰρ δύναται ποιεῖν ταῦτα τὰ σημεῖα, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰςελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἀπέστειλε γὰρ ὁ Θεὸς τὸν μονογενῆ υἱὸν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ· ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.
29. The Disciples of Jesus Baptize in Judea. John’s Last Testimony to Jesus.
Μετὰ τὸ Πάσχα διέτριβεν ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἐν τῇ Ἰουδαίᾳ, κηρύσσων τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Πολλοὶ ἠκολούθησαν αὐτῷ καὶ ἐβαπτίζοντο ὑπὸ τῶν μαθητῶν. Οἱ δὲ Ἰουδαῖοι ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, καὶ οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· Αὐτοὶ ὑμεῖς ἠκούσατε ὅτι εἶπον· Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός, ἀλλ᾽ ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντὼν ἐστίν. Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν.
30. Imprisonment of John the Baptist
Κατ᾽ ἐκεῖνον τὸν χρόνον Ἡρώδης, ὁ τετράρχης τῆς Γαλιλαίας ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρωδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, ἣν ἐγάμησεν. Ἔλεγε γὰρ αὐτῷ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ μὲν οὖν Ἡρωδίας ἐμίσει τὸν Ἰωάννην καὶ ἤθελε ἀποκτεῖναι αὐτόν· ὁ δὲ Ἡρώδης οὐκ ἐτόλμα τοῦτο ποιεῖν, ἐφοβεῖτο γὰρ τὸν λαόν, οἳ ἐνόμιζον τὸν Ἰωάννην προφήτην. Καὶ Ἡρώδης αὐτὸς ἐνόμιζεν αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, ἡδέως αὐτοῦ ἤκουε, καὶ ἐποίει πολλάκις ἃ ἤκουε παρ᾽ αὐτοῦ. Ὁ δὲ Ἰησοῦς ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, καὶ ἰδὼν ὅτι αὐτὸς ἐδιώκετο ὑπὸ τῶν Φαρισαίων, ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν.
This text is from An Epitome of The New Testament by Nicholas Stoffell first published in 1900. It has been transcribed as part of the Greek Learner Texts project. The original PDF is available on archive.org.