An Epitome of the New Testament - Part 3
Third Part — Second year
31. Jesus at the Well of Jacob.
Καὶ ὁδοπορεύων διὰ τῆς Σαμαρείας ἦλθεν ὁ Ἰησοῦς πρὸς τὴν πηγὴν τοῦ Ἰακώβ, ἐγγὺς τῆς πόλεως Συχάρ. Ὥρα ἦν ὡς ἕκτη καὶ ἔρχεται γυνὴ ἐκ τῆς πόλεως ἀντλῆσαι ὕδωρ. Ταύτῃ διαλεγόμενος ὁ Ἰησοῦς περὶ τοῦ ζῶντος ὕδατος τῆς αἰωνίου ζωῆς ἀπέφηνε πάσας τὰς ἁμαρτίας αὐτῆς· θαυμαζούσῃ δὲ αὐτῇ ἔλεξεν ὅτι ἐστὶ Μεσσίας, ὁ λεγόμενος Χριστός. Ἡ δὲ ἀφῆκε τὴν ὑδρίαν καὶ ἔτρεχεν εἰς τὴν πόλιν καὶ ἔλεγε τοῖς ἀνθρώποις· Ἔλθετε καὶ ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Οἱ οὖν Σαμαρεῖται ἠρώτων αὐτὸν μένειν παρ᾽ αὐτοῖς, καὶ ἔμενεν ἐκεῖ δύο ἡμέρας, καὶ πολλοὶ ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ καὶ ἔλεγον· Οὗτός ἐστι ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, ὁ Χριστός.
32. Jesus Returns to Cana in Galilee.
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ὁ Ἰησοῦς ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν κηρύσσων καὶ λέγων· Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε τῷ εὐαγγελίῳ. Οἱ δὲ Γαλιλαῖοι ἡδέως ἐδέξαντο αὐτόν· πολλοὶ γὰρ αὐτῶν εἶδον, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ. Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἐκεῖ ἄνθρωπός τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ, ἠρώτα αὐτὸν καταβαίνειν καὶ ἰᾶσθαι τὸν υἱὸν αὐτοῦ, ὃς ἔμελλεν ἀποθνήσκειν. Ἔλεγεν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου, ὁ υἱός σου ζῇ. Καὶ πιστεύων ὁ ἄνθρωπος τῷ λόγῳ ἐπορεύετο καὶ εὕρισκεν, ὅτι ὁ πυρετὸς ἀφῆκε τὸν υἱὸν αὐτοῦ ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν ὁ Ἰησοῦς, ὅτι Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκίᾳ αὐτοῦ ὅλη.
33. Jesus Preaches at Nazareth.
Καὶ ἥκων ὁ Ἰησοῦς εἰς τὴν Ναζαρέτ, εἰσῆλθε κατὰ τὸ εἰωθὸς ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν. Δεξάμενος βιβλίον τοῦ προφήτου Ἠσαΐου ἀνεγίγνωσκε τόνδε τὸν τόπον· Πνεῦμα τοῦ Κυρίου ἐπ᾽ ἐμέ. Ἔχρισέ με καὶ ἀπέσταλκέ με εὐαγγελίζειν τοῖς πτωχοῖς καὶ ἰᾶσθαι τοὺς συντετριμμένους τὴν καρδίαν. Καὶ πτύξας τὸ βιβλίον ἔλεγεν· Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, ἀλλ᾽ ὅμως ἔλεγον πρὸς ἀλλήλους· Οὐχ οὗτός ἔστιν ὁ υἱὸς τοῦ Ἰωσήφ; Τοῦ δὲ Ἰησοῦ ὀνειδίζοντος αὐτοῖς τὴν ἀπιστίαν καὶ λέγοντος, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ, ἐπλήσθησαν θυμοῦ, ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἔθελον κατακρημνίσαι αὐτὸν κατ᾽ ὀφρύος τοῦ ὄρους, ἐφ᾽ οὗ ἡ πόλις ᾠκοδόμητο. Αὐτὸς δὲ διὰ μέσου αὐτῶν ἀπῆλθεν εἰς Καφαρναούμ.
34. The First Four Apostles.
Περιπατῶν οὖν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν ὁ Ἰησοῦς Σίμωνα, ὃν ἐκάλεσε Πέτρον, καὶ Ἀνδρέαν, τὸν ἀδελφὸν αὐτοῦ, ἀμφιβάλλοντας τὸ ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς. Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Ὀλίγον ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον καὶ Ἰωάννην, μετὰ τοῦ πατρὸς αὐτῶν ἐν πλοίῳ καταρτίζοντας τὰ δίκτυα. Καὶ τούτους ἐκάλεσε, καὶ ἀφέντες τὸν πατέρα αὐτῶν καὶ τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
35. Jesus at Capharnaum.
Εἰς δὲ Καφαρναοὺμ ἀφικόμενος ἐδίδαξεν ὁ Ἰησοῦς τοῖς σάββασιν ἐν τῇ συναγωγῇ, καὶ ἐξεπλήσσοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Ἦν γὰρ διδάσκων ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. Καὶ ἦν ἐν τῇ συναγωγῇ ἄνθρωπος ἔχων πνεῦμα ἀκάθαρτον. Οὗτος ἀνέκραξε φωνῇ μεγάλῃ λέγων· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε, τίς εἶ· ὁ Ἅγιος τοῦ Θεοῦ. Ὁ δὲ Ἰησοῦς ἐπιτιμῶν τῷ δαιμονίῳ ἐξέβαλεν αὐτό, καὶ ἐθαμβήθησαν πάντες συλλαλοῦντες πρὸς ἀλλήλους καὶ λέγοντες· Τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
36. Jesus in the House of Simon.
Ἐκ τῆς συναγωγῆς ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ Σίμωνος καὶ ἐθεράπευσε τὴν πενθερὰν αὐτοῦ, ἣ κατέκειτο πυρέσσουσα. Τῇ δὲ ἑσπέρᾳ, ὅτε ἔδυσεν ὁ ἥλιος, ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. Ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. Ὁ δὲ Ἰησοῦς ἐθεράπευσε τοὺς κακὼς ἔχοντας καὶ ἐξέβαλε τὰ δαιμόνια κράζοντα καὶ λέγοντα· Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. Γενομένης δὲ ἡμέρας ἐξέλειπε τὴν πόλιν Καφαρναούμ, καὶ τότε περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων, ἐν ταῖς συναγωγαῖς καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
37. The Miraculous Draught of Fishes
Ἐν ἐκείνῳ τῷ καιρῷ ἦλθεν ὁ Ἰησοῦς πρὸς τὴν λίμνην Γεννησαρέτ, καὶ ἐδίδαξε τοὺς ὄχλους ἐκ πλοίου. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα (ἦν γὰρ τούτου τὸ πλοῖον)· Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων τοσοῦτο, ὥστε διαῤῥήγνυσθαι τὸ δίκτυον. Κατένευσαν οὖν τοῖς μετόχοις αὐτῶν ἐν ἑτέρῳ πλοίῳ, ἐλθεῖν καὶ συλλαβέσθαι αὐτοῖς. Καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ ὁ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασι τοῦ Ἰησοῦ λέγων· Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς παρόντας. Ὁ δὲ Ἰησοῦς εἶπε πρὸς τὸν Σίμωνα· Μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ζωγρήσεις ἀνθρώπους.
38. Jesus Cures the Leper
Καὶ ἐγένετο, ὅτε ἦν ὁ Ἰησοῦς ἐν μιᾷ τῶν πόλεων, ἀνὴρ πλήρης λέπρας ἦλθε πρὸς αὐτὸν λέγων· Κύριε, ἂν θέλῃς, δύνασαί με καθαρίσαι. Ὁ δὲ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ. Καὶ λέγει αὐτῷ· Ὅρα, μηδενὶ μηδὲν εἴπῃς ἀλλ᾽ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ πρόσφερε περὶ τοῦ καθαρισμοῦ σου, ἃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι Ἰησοῦν δύνασθαι φανερῶς εἰς τὴν πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω ἦν ἐν ἐρήμοις τόποις.
39. Jesus Cures the Paralytic
Ὀλίγῳ ὕστερον πάλιν εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καφαρναούμ, καὶ εὐθέως συνήχθησαν εἰς τὸν οἶκον οἱ ὄχλοι, καὶ ἐν τούτοις πολλοὶ Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἱ ἦλθον ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας. Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ Θάρσει, τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι. Οἱ δὲ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ, τίς γὰρ δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός; Ὁ δὲ Ἰησοῦς· Ἵνα τί, ἔφη, ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον εἶπεῖν· Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· Ἔγειρε καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, (τότε λέγει τῷ παραλυτικῷ) Ἔγειρε, καὶ ἄρας τὴν κλίνην πορεύου εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδόντες οἱ ὄχλοι ἐφοδήθησαν, καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
40. The Calling of St. Matthew
Μετὰ ταῦτα πάλιν ἐξῆλθεν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν, καὶ παράγων εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τῷ τελωνίῳ, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Ὁ δὲ Ματθαῖος ἐποίησεν αὐτῷ μεγάλην δοχὴν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὑτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι τοὺς δικαίους ἀλλὰ τοὺς ἁμαρτωλούς.
41. The Celebration of the Sabbath
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον, ἐπείνασαν γὰρ σφόδρα. Οἱ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν, ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε, τί ἐποίησε Δαβίδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ ἔφαγε τοὺς ἄρτους τῆς προθέσεως, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις; Εἰ δὲ ἐγνώκειτε, τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους· τὸ γὰρ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, ἀλλ᾽ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον. Ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Ἑτέρῳ δὲ σαββάτῳ θεραπεύσων ἄνθρωπόν τινα ξηρὰν ἔχοντα τὴν χεῖρα, ἠρώτα τοὺς Φαρισαίους, οἳ παρετήρουν αὐτόν· Πότερον ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ἢ τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν; καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ σώσει; Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστ᾽ ἔξεστι τοῖς σάββασιν ἀγαθοποιεῖν.
42. Jesus Chooses the Twelve Apostles.
Ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύχεσθαι, καὶ ἦν πᾶσαν τὴν νυκτα ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ καὶ ἐξελέξατο ἀπ᾽ αὐτῶν δώδεκα, οὓς ἀποστόλους ὠνόμασεν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· Πρῶτος Σίμων, ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Θαδδαῖος, Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης. Τούτους ἐξελέξατο, ἵνα ὦσι μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν τὸ εὐαγγέλιον, ἐκβάλλειν δαιμόνια καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
43. The Sermon on the Mount
Μετὰ ταῦτα ἀνεχώρησεν ὁ Ἰησοῦς μετὰ τῶν ἀποστόλων εἰς τόπον πεδινόν, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος ἠκολούθησαν αὐτῷ, ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν. Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσας ἐδίδασκεν αὐτοὺς λέγων τοιάδε·
44. The Eight Beatitudes
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακὰριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἔλεηθήσονται.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν καθ᾽ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
45. Dignity and Duties of the Apostles
Τοῖς δὲ ἀποστόλοις εἶπεν ὁ Ἰησοῦς· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
46. Duties of Christians
Καὶ πάλιν πρὸς τὸν λαὸν τραπόμενος ἔλεγεν· Μὴ νομίζετε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· Οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἡκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
47. The Sanctity of Marriage
Ἠκούσατε, ὅτι ἐῤῥέθη· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἕν τῶν μελῶν σοῦ, καὶ μή ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. Ἐῤῥέθη δέ· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ δότω αὐτῇ ἀποστάσιον. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἂν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται Ὃ γὰρ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
48. Other Christian Perfections
Πάλιν ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Μὴ ὀμνύετε ὅλως. Ἔστω δὲ ὁ λόγος ὑμῶν· Ναὶ ναί, οὒ οὔ. Τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. Ἠκούσατε, ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν· Μὴ ἀνταδικεῖτε ἠδικημένοι, ἀλλ᾽ ἐάν τις τύπτῃ ὑμᾶς εἰς τὴν δεξιὰν σιαγόνα, παρέχετε αὐτῷ καὶ τὴν ἑτέραν. Ἠκούσατε, ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ὑμᾶς διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὃς τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
49. Purity of Intention
Προσέχετε τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιά, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι. Καὶ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν, προσεύχου τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι. Καὶ ὡσαύτως ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς νηστεύων τοῖς ἀνθρώποις, ἀλλὰ τῷ πατρί σου, τῳ ἐν τῷ κρυφαίῳ, καὶ ὁ πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυφαίῳ, ἀποδώσει σοι.
50. The Christian’s Solicitude
Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν. Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου. Μηδὲ μεριμνᾶτε λέγοντες· Τί ἐσθίωμεν ἢ τί πίνωμεν ἢ τί περιβαλλώμεθα; Οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
51. Duties towards Our Neighbor
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε. Ἐν ᾧ γὰρ χρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Πάντα, ὅσα ἂν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ταῦτα καὶ ἄλλα πολλὰ ἐδίδαξεν ὁ Ἰησοῦς ἐπὶ τοῦ ὄρους, καὶ ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ ἐν ἐξουσίᾳὃ ὁ λόγος αὐτοῦ.
52. The Centurion’s Servant
Ἐπειδὴ ἐπλήρωσεν ὁ Ἰησοῦς πάντα τὰ ῥήματα ταῦτα, εἰσῆλθεν εἰς Καφαρναούμ. Ἐκεῖ ἀπαντᾷ αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου, ἀσθενεῖ καὶ μέλλει τελευτᾷν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεράπεύσω αὐτόν. Ἀλλ᾽ ἐκεῖνος ἀπεκρίθη· Κύριε, οὐκ εἰμὶ ἄξιος, ἵνα εἰσέλθῃς ὑπὸ τὴν στέγην μου· ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς μεθ᾽ ἑαυτοῦ· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Τῷ δὲ ἑκατοντάρχῳ λέγει· Ὓπαγε, καὶ ὡς ἐπίστευσας, γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.
53. The Widow’s Son
Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἡ ὁδὸς ἦν διὰ τῆς πόλεως Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, ἐξεκομίζετο τεθνηκώς, υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη χήρα. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. Τῆς δὲ σοροῦ ἁψάμενος εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Εὐθὺς ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν ὁ Ἰησοῦς τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες· ὅτι Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
54. The Messengers of John the Baptist
Ὅτε ἤκουσε πάντα ταῦτα ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ, προσεκάλεσε δύο τίνὰς τῶν μαθητῶν αὐτοῦ καὶ ἔπεμψεν αὐτοὺς πρὸς τὸν Ἰησοῦν λέξοντας· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε τῷ Ἰωάννῃ, ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται καὶ μακάριός ἐστιν, ὃς ἐν ἐμοὶ μὴ σκανδαλίζεται. Ἀπελθόντων δὲ τῶν ἀγγέλων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου καὶ ἔφη· Προφήτης ἐστὶν οὗτος, καὶ περισσότερος προφήτου. Οὗτός ἐστι περὶ οὗ γέγραπται· Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου ἔμπροσθέν σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ λέγω ὑμῖν· Οὐκ ἔστιν ἐν γεννητοῖς γυναικῶν μείζων οὐδεὶς Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων ἐστὶν αὐτοῦ.
55. Jesus Cures a Man who had been Sick Thirty Eight Years
Ἔν δὲ τοῖς Ἱεροσολύμοις εἶδεν ὁ Ἰησοῦς ἐπὶ τῇ χρήνῃ τῇ ἐπιλεγομένῃ ἑβραϊστὶ Βηθεσδὰ ἄνθρωπόν τινα, ὃς ἤδη τριάκοντα καὶ ὀκτὼ ἔτη κατείχετο τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἠρώτα· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, αἶρε τὸν κράββατόν σου καὶ περιπάτει. Εὐθὺς ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἀπῆλθε χαίρων.
56. Mary Magdalene
Φαρισαῖός τις, Σίμων ὀνόματι, ἐκάλεσε τὸν Ἰησοῦν εἰς δεῖπνον. Γυνὴ οὖν, ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, ἀκούσασα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου, ἐκόμισεν ἀλάβαστρον μύρου, καὶ κλαίουσα ἤρξατο τοῖς δάκρυσι βρέχειν τοὺς πόδας αὐτοῦ, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν αὐτοὺς καὶ κατεφίλει, καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ αὐτὴν ὁ φαρισαῖος εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ἦν προφήτης, ἐγίγνωσκεν ἄν, τίς καὶ ποταπὴ ἡ γυνή, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ὁρᾷς τὰ ἔργα, τὴν πίστιν καὶ τὴν μετάνοιαν ταύτης τῆς γυναικός; Λέγω σοι, ἀφέωνται αὐτῇ αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησε πολύ. Τῇ δὲ γυναικὶ ἔλεγεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι, πορεύου εἰς εἰρήνην.
57. Jesus Returns to Galilee, Cures one Possessed, and Answers the Hostile Attacks of the Pharisees
Μετὰ ταῦτα ἐπανῆλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν καὶ ἐθεράπευσεν ἄνθρωπον δαιμονιζόμενον, τυφλὸν καὶ κωφόν. Οἱ Φαρισαῖοι, οὐ δυνάμενοι ἐξαρνεῖσθαι τὸ θαῦμα, ἐζήτουν αὐτὸ ἐξηγεῖσθαι λέγοντες· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ταύτην τὴν βλασφημίαν ῥᾳδίως ἐξέλεγξεν. Οἱ δὲ Φαρισαῖοι εἰς τοῦτο προῆλθον τῆς ἀναιδείας, ὥστ’ ἀπαιτεῖν παρ’ αὐτοῦ σημεῖον ἐκ τοῦ οὐρανοῦ. Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπὲν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Καθὼς γὰρ ἐγένετο ὁ Ἰωνᾶς τοῖς Νινευΐταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Οἱ Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ. Καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Ἡ βασίλισσα τοῦ νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεὶ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος. Πλεῖον Σολομῶνος ὧδε.
58. The Sermon at Sea
59. Parable of the Sower
Ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. Καὶ ὅτε ἔσπειρεν, ὁ μὲν σπόρος ἔπεσε παρὰ τὴν ὁδόν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτόν. Ἄλλος δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη καὶ εὐθέως φυεὶς ἐξηράνθη, ὅτι οὐκ εἶχε ῥίζαν. Ἄλλος δὲ ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀπεπνίχθη ὑπ᾽ αὐτῶν. Ἄλλος δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Ὁ σπόρος ἐν ταύτῃ τῇ παραβολῇ ἐστι, κατὰ τὴν ἐξήγησιν τοῦ Ἰησοῦ αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ, ὃν πολλοὶ μὲν ἀκουοντες παραδέχονται, ὀλίγοι δὲ κατέχουσιν ἐν ταῖς καρδίαις, ὥστε καρπὸν φέρειν ἐν ὑπομονῇ.
60. The Parable of the Weeds
Ἄνθρωπός τις ἔσπειρε καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· καὶ ὅτε ἐκάθευδεν, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου. Ὅτε δὲ ἐβλάστησεν ἀμφότερα, εἶπεν ὁ οἰκοδεσπότης τοῖς δούλοις αὐτοῦ· Ἄφετε ἀμφότερα συναυξάνεσθαι ἕως τοῦ θερισμοῦ, καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ κατακαύσατε αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
Διώριζε καὶ ταύτην τὴν παραβολὴν Ἰησοῦς λέγων· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ὁ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ ἀγαθοί· τὰ δὲ ζιζάνιά εἰσιν οἱ πονηροί· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνος· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσι τοῦ Θεοῦ, οἳ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τοὺς μὲν πονηροὺς συλλέξουσι καὶ βαλοῦσιν εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Οἱ δὲ δίκαιοι τότε ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν.