1. Home
  2. Lessons
  3. Animal Story

Animal Story

An upper-beginner lower-intermediate series of short stories by Dr. R. D. Anderson.

Animal Story is an excellent resource for students of Ancient Greek. This original work developed by Dr. R. D. Anderson, is designed to be read alongside Mounce’s Basics of Biblical Greek.

The original complete PDF contains additional content, and can be found on the website of Dr. Anderson.

Animal Story 1

λευκὸς κουνίκολος μεγάλα ὦτα ἔχει. αἴλουρος πρὸς τὸν κουνίκολον βαδίζει καὶ λέγει ὅτι σὺ μεγάλα ὦτα ἔχεις. τί μικρά μου τὰ ὦτα; κουνίκολος λέγει ὅτι μικρά σου τὰ ὦτα ὅτι οὐ τὸν χόρτον τρώγεις, ἀλλὰ τὴν σάρκα. αἴλουρος σκυθρωπῶς ἔχει. καὶ ἐπὶ τῷ κουνικόλῳ πικρῶς ἔχει καὶ τρέχει πρὸς τὸν κουνίκολον καὶ ἐπ᾽ αὐτῷ καθίζει.“ αἴλουρε,” λέγει κουνίκολος, “ἐμοῦ αἱ τρίχες οὐκέτι λευκαί, ἀλλὰ μέλαιναί εἰσιν.” οἱ ὀφθαλμοὶ τοῦ αἰλούρου λαμπροί εἰσιν. δὲ λέγει ὅτι ὑβρίζεις ἐμέ. καὶ αἴλουρος περὶ τὸν κουνίκολον βαδίζει καὶ εἰς τοὺς ὀφθαλμοὺς βλέπει.“γινώσκω,” λέγει, “ὅτι μικρός εἰμι καὶ κουνίκολος μέγας ἐστίν, ἀλλὰ πρὸς τὸν οἶκον βαδίζω καὶ τὸν κύνα ἄγω.” αἴλουρος πρὸς τὸν οἶκον βαδίζει καὶ διὰ τῆς θύρας τῆς οἰκίας βαδίζει καὶ τὸν κύνα εὑρίσκει. δὲ κύων ἐκ τῆς οἰκίας βαδίζει καὶ ἀπὸ τοῦ οἴκου πρὸς τὸν κουνίκολον βαδίζει καὶ αὐτὸν ἀποκτείνει.

Animal Story 4

ἐπὶ τῷ οἴκῳ τοῦ αἰλούρου καὶ τοῦ κουνικόλου ἐστὶ σκώληξ. οὗτος σκώληξ ὑπὸ τὴν οἰκίαν, ὅπου πάντα ἐστὶ μέλανα, οἰκεῖ. δὲ σκώληξ ἔρχεται εἰς τὴν οἰκίαν. καὶ αἴλουρος τὸν σκώληκα ὁρᾷ. ὅλος σκώληξ ἐστὶ κόκκινος. καὶ λέγει, “γινώσκω ὅτι ἐπὶ μοὶ βλέπεις. τί οὖν ὁρᾷς; οὐ γινώσκεις ὅτι ἐν τῷ ἔπειτα χρόνῳ βασιλεὺς ἔσομαι;” δ᾽ αἴλουρος ἀποκρίνεται, “ἐγὼ μείζων σου εἰμί, κακὲ σκώληξ. ἐμὲ προσκυνήσεις.” οὖν σκώληξ λέγει, “ἀλλ᾽ οὔ σε προσκυνήσω. ὡς ζῶ, ἰσχυρός εἰμι, ἀλλὰ σὺ κάμνεις. τὴν γὰρ σάρκα τρώγεις, ἀλλ᾽ ἐγὼ καρποῖς χορτάζομαι. διὰ τοῦτο εἰς τοὺς αἰῶνας ζήσω.” νῦν ἔρχεται ἀλέκτωρ καὶ τὸν σκώληκα καὶ τὸν αἴλουρον καὶ τὸν κουνίκολον συνάγει. μετὰ γὰρ αὐτοῦ πορεύσονται καὶ τὸν κύνα προσκυνήσουσιν. γὰρ κύων ἀληθῶς ἐστι βασιλεύς, μείζων πάντων τῶν ἀλόγων ζῴων ἐπὶ τῷ καλῷ οἴκῳ. ἐπειδὴ κύων ἐστὶ βασιλεύς, στολὴν πορφύραν φορεῖ καὶ ζώνην μέλαιναν. ὑπὸ δὲ τοὺς πόδας ἐστὶ σανδάλια πυρρά. εἰ τὰ ἄλογα ζῷα τὸν κύνα προσκυνήσει, εὖ καθευδῄσει.

Animal Story 5

κύων βασιλεύς ἐστιν, κύων μέγας ἐστίν, κύων σοφός ἐστινλέγει πάντα τὰ ἄλογα ζῷα ὡς τὸν κύνα προσκυνεῖ. κύων στολὴν πορφύρᾱν φορεῖ. ἐπὶ δὲ τῇ βασιλικῇ καθέδρᾳ καθίζει. τὰ γὰρ ἄλογα ζῷα κρίνει. κόκκινος σκώληξ πρὸς τὴν γῆν τὸ πρόσωπον αὐτοῦ ἔχει καὶ ἔτι λέγει, “ κύων ἡμᾶς ἀπὸ πάντων κινδύνων σώσει καὶ ἀπὸ τοῦ θηρίου.”“ποῦ τοῦτο τὸ θηρίον;” κύων ἀποκρίνεται.“αὐτὸ γὰρ ἀποκτενῶ.” αἴλουρος μέλᾱς λέγει, “μενοῦμεν οὖν καὶ πρὸς ἡμᾶς τὸ θηρίον ἐλεύσεται. καὶ γὰρ σκώληκας καὶ ἀλέκτορας καὶ αἰλούρους καὶ κουνικόλους καὶ μάλιστα κύνας τρώγει.” τὸ πρόσωπον τοῦ κυνὸς ἐστὶ λευκόν. δὲ λέγει, “ψῡχρός εἰμι. ποῦ μου τὸν ἐπενδύτην; διὰ τῆς θύρᾱς ἐλεύσομαι εἰς τὴν οἰκίᾱν ὅτι νύξ ἔρχεται καὶ καθευδῄσω. ἐμοῦ δ᾽ λᾱὸς μενεῖ καί με καλέσει εἰ τὸ θηρίον ἔρχεται. τότε ἐγὼ τὸ θηρίον ἐκ τῆς αὐλῆς ἐκβαλῶ.”

Animal Story 6 (Imperfect and 2nd Aorist)

οὗτος λόγος ἐστὶ περὶ τῶν ἀλόγων ζῴων ἐν οἴκῳ που ἐν τῇ τῶν λόγων γῇ. κύων ἐπὶ πάντων τῶν ζῴων ἦν. δὲ κύων οὗτος ἦν βασιλεύς. οὗτός γε ἤθελε ὅτι βασιλεύς ἐστιν. ὅτε δ᾽ κύων εἶπενβασιλεὺς εἰμί”, τοῦτο οὐκ αὐτὸν βασιλέα ἐποίει. οὐ γὰρ τὸ πῦρ ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐστιν, ἀλλὰ λευκοὶ οἱ ὀφθαλμοί εἰσιν. οἱ δ᾽ αἴλουροι αὐτὸν προσκυνοῦσιν, αὐτὸν γὰρ φοβοῦνται. ἀλλὰ σοφίᾱν κύων οὗτος ἔχει; ὀψόμεθα. γὰρ χρόνος προσέρχεται ὅτε τὸ θηρίον πορεύσεται. τί οὖν τὸ θηρίον ἐστίν; τὸ θηρίον ἐστὶν ἄρκος. καὶ τῇ ῥῑνὶ αὐτῆς τὴν αὐλὴν εὑρίσκει. οἱ δὲ σκώληκες αὐτὴν εἶδον καὶ τοῖς κουνικόλοις ἐκ τῆς αὐλῆς ἠκολούθουν εἰς τὴν ὕλην. καὶ ἄρκος τὴν οἰκίᾱν προσέρχεται καὶ εἰς τὴν αὐλὴν τὴν θύρᾱν ἐκβάλλει. ἐν δὲ τῇ οἰκίᾳ περιπατεῖ καὶ τὸν κύνα ζητεῖ. ἐρωτᾷ, “ποῦ εἶ, κύνε;” ἀλλ᾽ οὐχ κύων εὑρίσκεται οὔτε λαμβάνεται. τὸν γὰρ ἄρτον ἔλαβε καὶ ἔτρεχε ἀνὰ τὴν κλῖμακα καὶ τῷ τῶν κυνῶν θεῷ προσηύχετο.

Animal Story 12

πῶς κύων ἡμῶν τὴν ἄρκον τὴν ὀργισθεῖσαν ἀποκτενεῖ; τὰ γὰρ ἄλογα ζῷα οὐκ ἤθελεν ὠφελεῖν, πάντα γὰρ ἐφοβεῖτο. καὶ πρὸς τὰ ὄρη δραμόντα ἐν τοῖς σπηλαίοις ἔκρυψαν. ὅτε οὖν ἄρκος ἀποκτανθήσεται, τοῦτ’ ἔστιν ὅτε ἄρκος ἀποθανεῖται, χαιρήσει τὰ ζῷα καὶ ἐπανελεύσεται. καὶ κύων τὸ βασιλικὸν ἱμάτιον ἐνδῡσάμενος τῷ ἀετῷ προσηύξατο· “ δυνατὲ ἀετέ, ὑπὲρ τὰς κεφαλὰς ἐπέτου, τὴν ὀργισθεῖσαν ἄρκον ὡς ληφθεῖσαν ἑώρᾱς. γὰρ ἄρκος ἐλήφθη καὶ οὐ κωλύσεις αὐτὴν μὴ οὐκ ἀποκτανθήσεσθαι. ἐπερωτῶ οὖν σε τὴν σοφίᾱν μοι παρασχεῖν ἵνα ταῦτα δεῖ ποιῆσαι γνῶ εἰς τὸ ἀσφαλῶς τὴν ἄρκον ἀποκτείναι.” καὶ φροντὶς ἐπὶ τῷ τέλει τῆς προσευχῆς τῷ κυνὶ παρεσχέθη· “ποιήσω χαρὰν τοῖς ζῴοις. ἐλεύσομαι γὰρ πρὸς τὰ ὄρη. τὰ δὲ ζῷα ὄψεται ὅπως θηρίον καινὸν ἀχθήσεται τὴν ἄρκον ἀποκτείναι.”

Animal Story 17

μενόντων μὲν οὖν τῶν ἀλόγων ζῴων καινὸν ζῷον κάμηλος ἦλθεν.“χαίρετε, ζῷαεἶπεν. δ᾽ αἴλουρος ὑπὲρ τῶν ἄλλων ζῴων ἀπεκρίνατο· “χαῖρε, κάμηλε. ἐλθὲ δεῦρο καὶ κάθιζε. πόθεν ἔρχῃ;” κάμηλος ἀπεκρίνατο, “ἀπὸ τῆς Ἰουδαίᾱς. ἀκούετέ μου, ζῷα, ἐλήλυθα γὰρ νουθετεῖν ὑμᾶς περὶ τοῦ ἐν τούτῳ τῷ τόπῳ εἰδώλου.”“εἴδωλον; ποῦ τοῦτο τὸ εἴδωλον; τὰ γὰρ ἀσώματα φοβοῦμαι. οὐ δύνῃ ἐκείνων ἅψασθαι ἀποκτεῖναι ἐκεῖνα,” εἶπεν αἴλουρος.“τὰ δ᾽ ἀσώματα;” ἀπεκρίνατο κάμηλος, “τὸ εἴδωλον τὸ ἐνθάδε οὐκ ἔστιν ἀσώματον, ἀλλ᾽ εἰργασμένον ξύλον. ἀνάθεμα ἔστω.”“οὐ τὸ εἴδωλον ἐπιγῑνώσκω,” εἶπεν αἴλουρος, “ἀλλὰ δή ἐστιν ἀνάθεμα, τὸ ξόανον τὸ καλὸν τοῦ ἱεροῦ τράγου.”“τὸ εἴδωλον ἐκεῖνον τράγος ἐστίν”, κάμηλος βοᾷ, “καὶ δεῖ καταλείπειν αὐτόν. θεὸς τοῦ Ἰσρᾱήλ ἐστι μόνος θεός.”“δικαίου τοῦτον τὸν κάμηλον τὸν ταπεινόν,” αἴλουρος βοᾷ.“ὀφείλω σοι χάριν,” κάμηλος εἶπεν, “χαίρω ὅτι ὁρᾷς τὰ πράγματα ὡς ἐγώ.”“ἀλλ᾽ ὦτα ἔχει οὗτος κάμηλος;” αἴλουρος ἀπεκρίνατο, “δικαίωσον τοῦτον, ἀπόκτεινον αὐτὸν καὶ τὸν νεκρὸν ἔκβαλε.”“τί λέγεις;” κάμηλος εἶπεν, “ποιήσεις με ἀνάθεμα εἶναι;”“ βέβηλε κάμηλε,” τὰ ζῷα ὁμοῦ βοᾷ, “πῶς δύνῃ τῷ τράγῳ τῷ ἱερῷ ἀνάθεμα εἶναι;”

Animal Story 18

τὰ δ᾽ ἄλογα ζῷα τὰς βλασφημίᾱς τοῦ καμήλου ἀκούσαντα συνέλαβεν αὐτὸν καὶ τῷ προφήτῃ παρέδωκε λέγοντα αὐτὸν εἰς τὸν ἱερὸν τράγον βλασφημῆσαι. καὶ προφήτης παρήγγειλε τὸν κάμηλον κατακρημνισθῆναι. δὲ κάμηλος οὐ διήλλαξε πρὶν αὐτὸν τοῖς ζῴοις ἐντυχεῖν· “πέφῡκα ἐγὼ ταχέως καὶ εἴπερ ἤθελον, ἀπέδραμον ἂν ῥᾳδίως. ἀλλ᾽ ἐξελεξάμην μένειν καὶ ὑμᾶς νουθετεῖν τὰς ἁμαρτίᾱς ὑμῶν ἵνα φύω ἐξ ὑμῶν καρπούς. ἐγὼ δὲ λέγω οὐ περὶ καρπῶν ὧν τις τρώγει, ἀλλ᾽ οἱ τῶν ἀγαθῶν καρποὶ ἔργων. δότε δέ μοι χάριν μίαν, ζῷα, καὶ ἀποδίδοτε τῷ ἀληθινῷ θεῷ τὴν τῑμὴν τὴν ὀφείλουσαν αὐτῷ. γὰρ θεὸς δούς μοι ἄφεσιν τῶν ἁμαρτίων ἀπέστειλέ με ὡς ἄγγελον ὑμῖν. καὶ αὐτῷ ἐπὶ τούτῳ τῷ κρημνῷ ἀποδίδωμί μου τὴν ψῡχὴν καὶ ἑαυτῷ με λήμψεται. ἀλλὰ μὴ ὑπερίδητε τὸ ἔλεος καὶ τὴν ἀγάπην αὐτοῦ ἀποστέλλοντός με ὑμῖν. χαῖρε, ἀγαπητὰ ζῷα.” ἐπειδὴ κάμηλος τούτους τοὺς λόγους ἐτελείωσεν, προφήτης τὸν κάμηλον ἀπὸ τοῦ κρημνοῦ ἀπῶσεν.

Animal Story 19

δεδομένου οὖν τοῦ λογίου τ᾽ ἄλογα ζῷα ἤρξατο πορεύεσθαι πρὸς τὸν οἶκον αὐτῶν. καὶ τοῦτο τὸ λόγιόν ἐστιν· “κύων ἐπιστρέψᾱς ἐπὶ τὸ ἴδιον ἐξέρᾱμα”. τὰ οὖν ζῷα ἑαυτοῖς ἐνέτυχε ἐρωτῶντα· “τί δὲ ταύτης τῆς παροιμίᾱς δύναμις;” ἐξαίφνης δὲ βδέλυγμα ἰδόντα τὰ ζῷα ἔστη. καὶ εἶτα οἱ κουνίκολοι τὴν χολὴν ἐξήρων. ἐκεῖ γὰρ ἐπὶ τῇ ὁδῷ ἐν λίμνῃ τοῦ αἵματος βεβλημένος τοῦ κυνὸς νεκρὸς ἔκειτο τοῖς ὀδοῦσι λέοντος σχισθείς. τὰ δὲ ζῷα εὐθέως διὰ τὴν ὀσμὴν τοῦ θανάτου ἀφίσταται.“μὴ τοῦτο δύναμις τοῦ λογίου;” σκώληξ ἐρωτᾷ.“οὔ αἴλουρος λέγει τὴν ἔννοιαν τῶν ἄλλων ζῴων καταλαμβάνων, “μὴ ἑστήκωμεν, ἀλλὰ διατελῶμεν πορευόμενα, καὶ γὰρ οὐδείςοὐδ᾽ εἰ μέγιστος κυνῶν ἐστὶν ἡμῖν μεγάλα ἔργα φύωνδύναται ἀνασταθῆναι.”“ἀλλὰ τίς ἡμῶν καινὸς ἡγεμὼν ἔσται;” σκώληξ ἐπηρώτησεν.“τὸν αἴλουρον ὡς ἡγεμόνα ἡμῶν καθιστῶμενοἱ κουνίκολοι βοῶσιν. καὶ τὰ ἄλλα ζῷα συνεφώνησεν. εἶτα αἴλουρος ἔστη καὶ τοῖς ἄλλοις ζῴοις εἶπεν· “νῦν δ᾽ ὑμῶν καινὸς ἡγεμὼν γενόμενος παραγγέλλω ὑμῖν καθίζειν.” καὶ τὰ ἄλλα ζῷα ἐκάθισε καὶ αἴλουρος διετέλεσε λέγων· “πατὴρ ὑμῖν πέφῡκα. ἀκολουθεῖτε οὖν μοι πορευομένῳ πρὸς τὸν οἶκον ὑμῶν. ἀναστῆτε οὖν, ἐρχώμεθα.”

Animal Story 20

τ᾽ ἄλογα ζῷα, τὸν αἴλουρον τῆς ἀνδρείᾱς αὐτοῦ ζηλοῦντα βουλόμενον αὐτοῖς ἡγεῖσθαι, αὐτῷ ἀκολουθεῖ ὃς αὐτοῖς τὴν ὁδὸν τὴν πρὸς τὸν οἶκον αὐτῶν δείκνυσιν. καὶ ἐπὶ τῇ τρίβῳ βαδίζοντα πάντα τὰ ζῷα εἰς τὰ ὀπίσω βλέπει καὶ ἄκρα τὰ ὄρη ὁρᾷ. ἐν δὲ τῷ ἄκρῳ ὄρει τὸ τοῦ μεγάλου καὶ λευκοῦ τράγου ἱερὸν ἕστηκεν. καὶ αἱ ἐνθῡμήσεις αὐτῶν πρὸς τὸν κύνα τὸν ῥᾱγέντα τρέπουσιν. καὶ δὴ πᾶν ζῷον περὶ τῆς τοῦ τράγου παροιμίᾱς ἀπορεῖ. ἔτι γὰρ ἄρκος ἐν μέσῳ τῷ κήπῳ ἔσεται, ἐπειδὴ πᾶν ζῷον τὴν ἄρκον φοβεῖται; ἀφικνουμένων οὖν τῶν ἀλόγων ζῴων ἔσχατον τὸν οἶκον αἴλουρος αὐτ᾽ ἄγει πρὸς τὰς μέσᾱς πύλᾱς αἳ ἐσχάται ἀπὸ τῆς ἄρκου εἰσίν. τὰ ζῷα στοιχοῦντα ὄπισθεν τοῦ αἰλούρου βαδίζει. ἐξαίφνης ὅλος ὅμῑλός ἐστιν ἥσυχος. ἰδού, τὰ ζῷα ἐν μέσῳ τῷ κήπῳ προσέρχεται πρὸς τὸ σκάνδαλον οὗ ἄρκος ἑωρᾶτο. πάντα τὰ ζῷα θαυμάζει καὶ σύμφησι ὅτι ἄρκος οὐκέτι πάρεστιν.

Animal Story 21

ἀφανῆ μὲν οὖν εὑρόντα τὴν ἄρκον εἶναι τ᾽ ἄλογα ζῷα ἐν τῷ κήπῳ ὑπὸ τοῦ αἰλούρου ἀθροίζεται ἵνα περὶ τῶν πρᾱγμάτων ἑαυτοῖς ἐντύχῃ. ἄρ᾽ αἴλουρος ἐπὶ πέτρᾱν καθίζει καὶ τῇ συναγωγῇ ἡγεῖται.“χρή,” φησίν, “πολλοῖς χρώμενα ἔναγχος κρίνειν ἡμῖν νῦν ὀφείλει ποιῆσαι. τῷ γὰρ μεγάλῳ καὶ λευκῷ τράγῳ ἐχρησάμεθα χἠμῖν τὰ λόγια αὐτοῦ ἔχρησεν. καίπερ οὐ συνῑέντων ἡμῶν τὰ λόγια, μέγας καὶ λευκὸς τράγος ἀληθῶς ὑπὲρ ἡμῶν τὴν ὀργισθεῖσαν ἦρκεν ἄρκον.” ἔπειτα τῶν κουνικόλων τις ἀναστὰς ἀπεκρίνατο, “τὴν ἄρκον πιστεύω εἰς τὸν μέγαν ζόφον καταβῆναι. αἱ γὰρ ἁμαρτίαι αὐτῆς ἐπὶ τὴν κεφαλὴν τέθεινται.” ἄλλος δὲ κουνίκολος ἠρώτησεν, “ἔσχε τι ἐπὶ τῆς κεφαλῆς;” ὅμως ἄλλοι τούτου τοῦ μωροῦ λόγου ἠμέλησαν. δ᾽ αἴλουρος διετέλει οὕτω λαλεῖν, “ἀφανισθείσης οὖν τῆς ἄρκου σίτου χρείαν ἔχομεν χὔδατος ἐπειδὴ ἀποθανούμεθα.”“τοῖς ὕδασιν ἐκ τοῦ πλησίον ποταμοῦ χρᾶσθαι ἔχομεν,” ἔτι ἄλλος κουνίκολος ἔκρᾱξεν. ἔπειθ᾽ σκώληξ ἀναστὰς προσέθηκεν εἰπεῖν, “ἕξομεν χρείᾱν τὰ σῖτα ἀπὸ τῶν πλησίον ἡμῶν χρήσασθαι ἕως ἄν ἔχωμεν τὰ ἡμέτερα αὐξῆσαι. χρῆν γὰρ ἐν ταῖς πρότερον ἡμέραις ἡμᾶς τοῦτο ποιῆσαι καὶ τὰ σῖτα πάλιν ἀπ᾽ αὐτῶν χρησόμεθα.”

Animal Story 22 (numbers)

δύο μὲν οὖν Ῥωμαϊκοὶ κουνίκολοι ἑστᾶσι καὶ λέγουσιν, «Θῶμεν ἐξαυτῆς τὰ γόνατα ἡμῶν ἵνα τῷ μεγάλῳ καὶ λευκῷ τράγῳ χάριν ἀγάγωμενἔπειτα τρίτος κουνίκολος ἔκρᾱξεν, «ναί. γονυπετήσωμεν ὁμοῦ κεὐχαριστῶμενπάντες δ᾽ οὑννέα κουνίκολοι τὰ γόνατα αὐτῶν ἔκαμψαν σαίνοντος μόνον ταἰλούρου τὴν οὐράν. μέντοι σκώληξ πάντας τοὺς κουνικόλους τοὺς νῦν ἑνὸς δέοντας εἴκοσιν ὄντας ἀπεῖδεν. ἀλλὰ κουνίκολος κακὸς σὺν τρισὶν ἄλλοις οὐ τῷ τράγῳ προσευχόμενος ἄλλους ἔλαθεν. οὗτος ὄπισθεν τῶν ἕξ κεἴκοσι κουνικόλων ἔδραμεν ἐπὶ τῷ χλωρῷ πηδῶν χόρτῳ. οἱ δ᾽ ἄλλοι δύο καὶ τριάκοντα κουνίκολοι αὐτῷ ὠργίσθησαν διὸ αἵλουρος διαλλαγὴν ἀπῄτησεν. μὲν οὖν κακὸς κουνίκολος μετανοήσας τοῖς ἄλλοις ἑπτὰ καὶ τριάκοντα κουνικόλοις διηλλάγη. δ᾽ αἴλουρος τοὺς πληθύοντας κουνικόλους ἀπιδὼν τέσσαρας καὶ τεσσαράκοντα ἠρίθμησεν. τότε πάντες τὰ γόνατα αὐτῶν ἔκαμψαν τέταρτον κουνίκολον τὸν κακὸν ἀφῑέντες. εἶτα τρωγόντων δυοῖν κουνικόλων τὸν χόρτον, πέντε ἄλλοι ἐν κύκλῳ ἔτρεχον. τὸ λοιπὸν δύνοντος ἡλίου ἑκατὸν πεντήκοντα ὀκτὼ κουνίκολοι ἐνέστασαν.