Lingua Graeca Per Se Illustrata
Try reading this helpful work of Comprehensible Input created by Seumas Macdonald.
This is a graded reading by Seumas Macdonald that guides learners from a beginner reading level to reading proficiency in ancient Greek. It is still a work in-progress. But what is available here is already a valuable source of comprehensible input.
The text is available under the CC-SA license, and the underlying Greek Text for this resource is available here.
Κεφάλαιον τὸ πρῶτον
Ἡ Ἑλλάς ἐστιν ἐν τῇ Εὐρώπῃ. ἡ Ἰταλία ἐν τῇ Εὐρώπῃ ἐστίν. ἡ Ἑλλὰς καὶ ἡ Ἰταλία εἰσὶν ἐν τῇ Εὐρώπῃ. καὶ ἡ Ἱσπανία ἐστὶν ἐν τῇ Εὐρώπῃ. καὶ ἡ Ἱσπανία καὶ ἡ Ἰταλία καὶ ἡ Ἑλλάς εἰσιν ἐν τῇ Εὐρώπῃ.
ἡ Αἴγυπτος ἐν τῇ Εὐρώπῃ οὐκ ἔστιν, ἡ Αἴγυπτος ἐν τῇ Ἀφρικῇ ἐστιν. ἡ Γαλλία οὐκ ἔστιν ἐν τῇ Ἀφρικῇ, ἡ Γαλλία ἐστὶν ἐν τῇ Εὐρώπῃ. ἡ δὲ Συρία οὐκ ἔστιν ἐν τῇ Εὐρώπῃ, ἀλλὰ ἐν τῇ Ἀσίᾳ. καὶ ἡ Ἀραβία ἐν τῇ Ἀσίᾳ ἐστίν. ἡ Συρία καὶ ἡ Ἀραβία ἐν τῇ Ἀσίᾳ εἰσίν. ἡ δὲ Γερμανία οὐκ ἔστιν ἐν τῇ Ἀσίᾳ, ἀλλὰ ἐν τῇ Εὐρώπῃ ἐστίν. καὶ ἡ Βρεττανία ἐν τῇ Εὐρώπῃ ἐστίν. ἡ Γερμανία καὶ ἡ Βρεττανία εἰσὶν ἐν τῇ Εὐρώπῃ.
Ἆρα ἡ Γαλλία ἐν τῇ Εὐρώπῃ; ἡ Γαλλία ἐστὶν ἐν τῇ Εὐρώπῃ. Ἆρα ἡ Ἀντιόχεια ἐν τῇ Γαλλίᾳ ἐστίν; ἡ Ἀντιόχεια ἐν τῇ Γαλλίᾳ οὐκ ἔστιν. ποῦ ἐστιν ἡ Ἀντιόχεια; ἡ Ἀντιόχειά ἐστιν ἐν τῇ Συρίᾳ. ποῦ ἐστιν ἡ Συρία; ἡ δὲ Συρία ἐν τῇ Ἀσίᾳ ἐστίν. ποῦ εἰσιν ἡ Γαλλία τε καὶ ἡ Γερμανία; καὶ ἡ Γαλλία καὶ ἡ Γερμανία ἐν τῇ Εὐρώπῃ εἰσίν.
Ἆρα ὁ Νεῖλος ἐν τῇ Εὐρώπῃ ἐστίν; ὁ Νεῖλος ἐν τῇ Εὐρώπῃ οὐκ ἔστιν. ποῦ ὁ Νεῖλός ἐστιν; ὁ Νεῖλός ἐστιν ἐν τῇ Ἀφρικῇ. ὁ δὲ Ῥῆνος ποῦ ἐστιν; ὁ Ῥῆνος ἐν τῇ Γερμανίᾳ ἐστίν. ποταμὸς ὁ Νεῖλός ἐστιν. καὶ ὁ Ῥῆνος ποταμός ἐστιν. καὶ ὁ Νεῖλος καὶ ὁ Ῥῆνός εἰσι ποταμοί. καὶ ὁ Ἴστρος ποταμός ἐστιν. ὁ μὲν Ῥῆνος καὶ ὁ Ἴστρος εἰσὶ ποταμοὶ ἐν τῇ Γερμανίᾳ, ὁ δὲ Θύμβρις ἐν τῇ Ἰταλίᾳ. ἀλλὰ ὁ Ὀρόντης ἐστὶ ποταμὸς ἐν τῇ Συρίᾳ.
ἡ Σικελία ἐστὶ νῆσος. καὶ ἡ Κρήτη ἐστὶ νῆσος. καὶ ἡ Κρήτη καὶ ἡ Σικελία εἰσὶ νῆσοι. νῆσός ἐστιν ἡ Βρεττανία. ἡ δὲ Ἰταλία νῆσος οὐκ ἔστιν. ἡ μὲν Σικελία νῆσος μεγάλη ἐστίν, ἡ δὲ Δῆλός ἐστι νῆσος μικρά. ἡ δὲ Βρεττανία οὐ νῆσος μικρά, ἀλλὰ νῆσος μεγάλη ἐστίν. ἡ Σικελία καὶ ἡ Κρήτη οὐ νῆσοι μικραί, ἀλλὰ νῆσοι μεγάλαι εἰσίν.
ἡ Σπάρτη πόλις ἐστίν. ἡ Σπάρτη ἐστὶν ἐν τῇ Ἑλλάδι. ἡ Σπάρτη ἐστὶ πόλις Ἑλληνική. καὶ αἱ Ἀθῆναί εἰσὶ πόλις Ἑλληνική. καὶ ἡ Σπάρτη καὶ αἱ Ἀθῆναι πόλεις Ἑλληνικαί εἰσιν. ἡ δὲ Ῥώμη ἐστὶ πόλις ἐν τῇ Ἰταλίᾳ. ἡ δὲ Ἀντιόχεια πόλις ἐν τῇ Συρίᾳ ἐστίν. Ἡ Ἀντιόχεια, αἱ Ἀθῆναι, ἡ Ῥώμη εἰσὶ πόλεις μεγάλαι.
ποῦ εἰσιν αἱ Ἀθῆναι; αἱ Ἀθῆναί εἰσιν ἐν τῇ Ἑλλάδι. ποῦ ἡ Ῥώμη ἐστίν; ἐν τῇ Ἰταλίᾳ ἐστὶν ἡ Ῥώμη. πόλις Ῥωμαϊκή ἐστιν ἡ Ῥώμη. ποῦ ἐστιν ἡ Κωνσταντινούπολις; ἡ Κωνσταντινούπολίς ἐστιν ἐν τῇ Ἑλλάδι. ἆρα ἡ Κωνσταντινούπολις πόλις Ἑλληνικὴ ἢ Ῥωμαϊκή; ἔστι πόλις καὶ Ἑλληνικὴ καὶ Ῥωμαϊκή.
Ῥάβεννα οὐκ ἔστι πόλις Ἑλληνική, ἀλλὰ πόλις Ῥωμαϊκή. ἡ Ῥώμη καὶ ἡ Ῥάβεννα πόλεις Ῥωμαϊκαί εἰσιν. πόλεις δὲ Ἑλληνικαί εἰσιν αἱ Ἀθῆναι καὶ ἡ Σπάρτη. ἡ δὲ Σικελία οὐκ ἔστιν νῆσος Ἑλληνική, ἀλλὰ νῆσος Ῥωμαϊκή. ἡ δὲ Κρήτη, ἡ Ῥόδος, ἡ Νάξος, ἡ Σάμος, ἡ Χίος, ἡ Λέσβος, ἡ Λῆμνος, καὶ ἡ Εὔβοιά εἰσι νῆσοι Ἑλληνικαί.
ἐν τῇ Ἑλλάδι πολλαὶ νῆσοί εἰσιν. ἐν τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Ἑλλάδι εἰσὶ πολλαὶ πόλεις. ἐν τῇ Γαλλίᾳ καὶ ἐν τῇ Γερμανίᾳ πολλοί εἰσι ποταμοί. ἆρα πολλοὶ ποταμοὶ καὶ πολλαὶ πόλεις ἐν τῇ Ἀραβίᾳ; ἐν τῇ Ἀραβίᾳ οὐ πολλοί, ἀλλ᾽ ὀλίγοι ποταμοί εἰσι καὶ ὀλίγαι πόλεις.
ἆρα μὴ ἡ Κρήτη πόλις ἐστίν; οὐχί, ἡ Κρήτη πόλις οὐκ ἔστιν. τί ἐστιν ἡ Κρήτη; ἡ Κρήτη νῆσός ἐστιν. ἆρα μὴ ἡ Σπάρτη νῆσός ἐστιν; οὐ νῆσός ἐστιν ἡ Σπάρτη. τί ἡ Σπάρτη ἐστίν; ἀλλὰ πόλις ἐστὶν ἡ Σπάρτη. ὁ δὲ Ὀρόντης, τί ἐστιν; ὁ Ὀρόντης ἐστὶ ποταμὸς μέγας. ἆρα μὴ τὸ πέλαγος τὸ Ἀτλαντικὸν μικρόν ἐστιν; οὐ μικρόν ἐστιν, ἀλλὰ μέγα ἐστὶ τὸ πέλαγος.
ποῦ ἐστι ἡ ἀρχὴ ἡ Ῥωμαϊκή; ἡ Ῥωμαϊκὴ ἀρχή ἐστι ἐν τῇ Εὐρώπῃ, καὶ ἐν τῇ Ἀσίᾳ, καὶ ἐν τῇ Ἀφρικῇ. ἡ Ἱσπανία καὶ ἡ Συρία καὶ ἡ Αἴγυπτος ἐπαρχίαι Ῥωμαϊκαί εἰσιν. ἡ δὲ Γερμανία οὐκ ἔστι ἐπαρχία Ῥωμαϊκή. ἡ Γερμανία ἐν τῇ ἀρχῇ τῇ Ῥωμαϊκῇ οὐκ ἔστιν. ἀλλὰ ἡ Γαλλία καὶ ἡ Βρεττανία εἰσὶν ἐπαρχίαι Ῥωμαϊκαί. ἐν τῇ Ῥωμαϊκῇ ἀρχῇ πολλαί εἰσιν ἐπαρχίαι. μεγάλη ἐστὶν ἡ ἀρχὴ ἡ Ῥωμαϊκή!
τὸ εἷς καὶ τὸ δύο ἀριθμοί εἰσιν. καὶ τὸ τρεῖς ἀριθμός ἐστιν. τὰ εἷς, δύο, τρεῖς ἀριθμοὶ Ἑλληνικοί εἰσιν. τὸ εἷς καὶ τὸ δύο εἰσι μικροὶ ἀριθμοί. χίλια μέγας ἀριθμός ἐστιν.
τὸ Α καὶ τὸ Β γράμματά ἐστιν. καὶ τὸ Γ γράμμα ἐστίν. τὰ Α, Β, Γ ἐστὶ τρία γράμματα. τὸ Α ἐστὶ τὸ γράμμα τὸ πρῶτον, τὸ Β τὸ δεύτερον γράμμα, τὸ Γ τὸ τρίτον γράμμα. τὸ Γ γράμμα Ἑλληνικόν ἐστιν. τὸ C ἐστὶ γράμμα Ῥωμαϊκόν. τὸ C καὶ D γράμματα Ῥωμαϊκά ἐστιν. τὸ Γ καὶ Δ ἐστὶ γράμματα Ἑλληνικά.
τὸ ποταμὸς καὶ τὸ πόλις λέξεις Ἑλληνικαί εἰσιν. καὶ τὸ ποῦ λέξις Ἑλληνική ἐστιν. ἐν τῇ λέξει τὸ ποῦ ἐστι τρία γράμματα.
ἐν τῇ λέξει τῇ ποταμὸς ἑπτὰ γράμματα καὶ τρεῖς συλλαβαί εἰσιν. ἡ πρώτη συλλαβὴ πο-, ἡ δευτέρᾱ-τα-, ἡ τρίτη-μος. ἐν τῇ λέξει τὸ οὐκ εἰσὶ τρία γράμματα καὶ μία συλλαβή.
τί ἐστι τὸ τρεῖς; τὸ τρεῖς ἀριθμὸς Ἑλληνικός ἐστιν. τὸ Γ, τί ἐστιν; τὸ Γ γράμμα Ἑλληνικόν ἐστιν. ἆρα μὴ τὸ C γράμμα Ἑλληνικόν ἐστιν; οὐ γράμμα Ἑλληνικόν, ἀλλὰ γράμμα Ῥωμαϊκόν ἐστι τὸ C. ἆρά ἐστιν τὸ Β τὸ γράμμα τὸ πρῶτον; Β οὐ τὸ πρῶτον γράμμα, ἀλλὰ τὸ δεύτερόν ἐστιν. τί ἐστι τὸ οὐ; τὸ οὐ ἐστὶ λέξις Ἑλληνική. τὰ οὐ, ἀλλά, μέγας, ἀριθμός, λέξεις Ἑλληνικαί εἰσιν. καὶ τὸ λέξις ἐστὶ λέξις Ἑλληνική!
Κεφάλαιον τὸ δεύτερον
ὁ Γρηγόριος ἀνὴρ Ἑλληνικός ἐστιν. ἡ Εὐγενία γυνὴ Ἑλληνική ἐστιν. ὁ Ἀλέξιος παῖς Ἑλληνικός ἐστιν. καὶ ὁ Δημήτριος παῖς Ἑλληνικός ἐστιν. ἡ δὲ Εἰρήνη ἐστὶ κόρη Ἑλληνική. καὶ ἡ Σοφία ἐστὶ κόρη Ἑλληνική.
ὁ Ἀλέξιος καὶ ὁ Δημήτριος οὐκ ἄνδρες, ἀλλὰ παῖδές εἰσιν. ἄνδρες εἰσὶ Γρηγόριος καὶ Σωσίας καὶ Τροχίλος. γυναῖκές εἰσιν Εὐγενία καὶ Σύρα καὶ Κίλισσα. ἆρα ἡ Σοφία γυνή; οὐκ ἔστιν γυνή, ἀλλὰ κόρη ἡ Σοφία.
Γρηγόριος, Εὐγενία, Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφία, Σωσίας, Τροχίλος, Κίλισσα, ἐστὶν οἰκία Ἑλληνική. ὁ μὲν Γρηγόριος πατήρ ἐστιν, ἡ δὲ Εὐγενία μήτηρ ἐστίν. πατὴρ Ἀλεξίου καὶ Δημητρίου ἐστὶν ὁ Γρηγόριος. ὁ Γρηγόριος καὶ πατήρ ἐστιν τῆς Σοφίας καὶ τῆς Εἰρήνης. μήτηρ Ἀλεξίου καὶ Δημητρίου, Σοφίας καὶ Εἰρήνης ἐστὶν ἡ Εὐγενία. ὁ δὲ Ἀλέξιος υἱός ἐστιν Γρηγορίου. καὶ υἱὸς Εὐγενίας ἐστὶν ὁ Ἀλέξιος. καὶ ὁ Δημήτριός ἐστιν υἱὸς τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίας.
τίς ἐστιν Ἀλέξιος; ὁ Ἀλέξιός ἐστι παῖς Ἑλληνικός. τίς ἐστιν ὁ πατὴρ τοῦ Ἀλεξίου; Γρηγόριος ὁ πατὴρ τοῦ Ἀλεξίου ἐστίν. τίς ἡ μήτηρ τοῦ Ἀλεξίου ἐστίν; ἡ μήτηρ τοῦ Ἀλεξίου ἐστὶν Εὐγενία. τίς Εἰρήνη ἐστίν; κόρη Ἑλληνική ἐστιν ἡ Εἰρήνη. τίς ἐστιν ἡ μήτηρ τῆς Εἰρήνης; Εὐγενία ἡ μήτηρ τῆς Εἰρήνης ἐστίν. καὶ ὁ Γρηγόριος πατὴρ τῆς Εἰρήνης ἐστίν. ἡ Εἰρήνη ἐστὶ θυγάτηρ τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίας.
τίνες εἰσὶν οἱ υἱοὶ τοῦ Γρηγορίου; οἱ υἱοὶ τοῦ Γρηγορίου εἰσὶν Ἀλέξιος καὶ Δημήτριος. τίνες εἰσὶν αἱ θυγατέρες τῆς Εὐγενίας; αἱ θυγατέρες τῆς Εὐγενίας εἰσὶν Εἰρήνη καὶ Σοφία. Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφία εἰσὶ τέσσαρα παιδία. παιδία ἐστιν υἱοὶ καὶ θυγατέρες, ἢ παῖδες καὶ κόραι. ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου εἰσὶ τέσσαρα παιδία, δύο υἱοὶ καὶ δύο θυγατέρες.
ἆρα Σωσίας υἱὸς τοῦ Γρηγορίου; ὁ Σωσίας οὐκ ἔστιν υἱὸς τοῦ Γρηγορίου, ἀλλὰ δοῦλος τοῦ Γρηγορίου ἐστίν. ὁ Γρηγόριος δεσπότης τοῦ Σωσίου ἐστίν. ὁ Γρηγόριός ἐστι δεσπότης τῶν δούλων. ὁ δὲ Σωσίας καὶ ὁ Τροχίλος εἰσὶ δοῦλοι δύο. ὁ δὲ Γρηγόριος ἐστὶ καὶ πατὴρ παιδίων καὶ δεσπότης δούλων.
ἆρα Κίλισσα θυγάτηρ τῆς Εὐγενίας; ἡ Κίλισσα οὐκ ἔστιν θυγάτηρ τῆς Εὐγενίας, ἀλλὰ δούλη τῆς Εὐγενίας ἐστίν. ἡ δὲ Εὐγενία ἐστί δέσποινα τῆς δούλης, τῆς Κιλίσσης. καὶ ἡ Σύρα ἐστὶ δούλη. καὶ ἡ Σύρα καὶ ἡ Κίλισσά εἰσι δύο δοῦλαι. ἡ δὲ Εὐγενία δέσποινά ἐστι τῶν δουλῶν.
τίνος δοῦλός ἐστι Τροχίλος; ὁ Τροχίλος τοῦ Γρηγορίου ἐστὶν δοῦλος. τίνος δοῦλός ἐστι Σωσίας; καὶ ὁ Σωσίας τοῦ Γρηγορίου ἐστὶ δοῦλος. τίνος δούλη ἐστὶ Σύρα; ἡ Σύρα ἐστὶ δούλη τῆς Εὐγενίας. καὶ τίνος δούλη ἐστὶ Κίλισσα; τῆς Εὐγενίας ἐστὶ Κίλισσα ἡ δούλη.
πόσα ἔστιν παιδία ἐν τῇ οἰκίᾳ; ἔστι ἐν τῇ οἰκίᾳ τῆς Εὐγενίας καὶ τοῦ Γρηγορίου τέσσαρα παιδία. πόσοι υἱοὶ καὶ πόσαι θυγατέρες; δύο υἱοὶ καὶ δύο θυγατέρες εἰσὶν ἐν τῇ οἰκίᾳ. πόσοι δοῦλοι ἐν τῇ οἰκίᾳ εἰσίν; ἑκατόν; οὐχ ἑκατὸν, ἀλλὰ πεντήκοντα. ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου εἰσὶ πολλοὶ μὲν δοῦλοι, ὀλίγα δὲ παιδία. ὁ δὲ Γρηγόριός ἐστι κῡ́ριος πολλῶν δούλων.
τὸ δύο καὶ τὸ τρεῖς, καὶ τὸ τέσσαρα, ἀριθμοί εἰσιν. καὶ τὸ ἑκατὸν καὶ τὸ πεντήκοντά εἰσιν ἀριθμοί. ὁ ἀριθμὸς τῶν δούλων ἔστιν πεντήκοντα. ὁ δὲ ἀριθμὸς τῶν παιδίων ἐστὶ τέσσαρα. ὁ μὲν ἀριθμὸς τῶν δούλων μέγας ἐστίν, ὁ δὲ ἀριθμὸς τῶν παιδίων μῑκρός. μέγας μὲν ἀριθμὸς δούλων, μικρὸς δὲ ἀριθμὸς παιδίων ἐν τῇ οἰκίᾳ τοῦ Γρηγορίου ἐστίν.
ὁ Γρηγόριός ἐστιν ἀνὴρ Ἑλληνικός. ὁ δὲ Τροχίλος ἐστὶν ἀνὴρ Ῥωμαϊκός, ἀλλὰ δοῦλος. ὁ δὲ Σωσίας ἐστὶν ἀνὴρ Συριακός, ἀνὴρ τῆς Συρίας. ὁ Γρηγόριος οἰκεῖ ἐν τῇ Συρίᾳ. ἡ οἰκία τοῦ Γρηγορίου ἐστὶν ἐν τῇ Συρίᾳ, ἐν τῇ Ἀντιοχείᾳ. ἡ Ἀντιόχειά ἐστιν πόλις ἐν τῇ Συρίᾳ.
ἆρα μὴ ἡ Εὐγενία Συριακή; οὐ Συριακή, ἀλλὰ Ἑλληνική ἐστιν. ἆρα μὴ ἡ Κίλισσα Ῥωμαϊκή; οὐ Ῥωμαϊκή, ἀλλὰ Συριακή ἐστιν ἡ Κίλισσα. καὶ Σύρα ἐστί Συριακή. καὶ Κίλισσα καὶ Σύρα εἰσὶ Συριακαί.
τίς ἐστιν Μάρκος; ὁ Μάρκος ἐστὶν δεσπότης Ῥωμαϊκός. ὁ Μάρκος οἰκεῖ ἐν τῇ Ἀντιοχείᾳ. καὶ ὁ Μάρκος καὶ ὁ Γρηγόριός εἰσι δεσπόται δύο. ὁ δὲ Σωσίας ἐστί δοῦλος τοῦ Γρηγορίου.
Μαρ· τίνος δοῦλός ἐστιν Σωσίας; Γρη· ὁ Σωσίας ἐστὶν δοῦλος ἐμοῦ. Μαρ· ἆρα ὁ Τροχίλος δοῦλός σου; Γρη· ναί, καὶ ὁ Τροχίλος ἐστὶν δοῦλός μου. οἱ δοῦλοί μού εἰσιν Σωσίας καὶ Τροχίλος καὶ πολλοὶ ἄλλοι. Μαρ· ἆρα ἡ Σύρα δούλη σου; Γρη· ναί, ἡ Σύρα δούλη μού ἐστιν, καὶ ἡ Κίλισσά ἐστιν δούλη ἐμοῦ. αἱ δοῦλαί μού εἰσιν Σύρα καὶ Κίλισσα καὶ πολλαὶ ἄλλαι. ἡ οἰκία μού ἐστι μεγάλη. Μαρ· πόσοι δοῦλοί εἰσιν ἐν τῇ οἰκίᾳ σου; Γρη· πεντήκοντα δοῦλοί εἰσιν ἐν τῇ οἰκίᾳ μου. Μαρ· τί; Γρη· ὁ ἀριθμὸς τῶν δούλων μού ἐστιν πεντήκοντα. Μαρ· μόνον πεντήκοντα; ὁ ἀριθμὸς τῶν δούλων σού ἐστιν μῑκρός. ἐν τῇ οἰκίᾳ μου ἑκατὸν δοῦλοί εἰσιν.
Κεφάλαιον τὸ τρίτον
πρόσωπα· Γρηγόριος, Εὐγενία, Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφία.
Σοφία ᾄδει. ἡ Σοφία χαίρει. Δημήτριος «στ!». ὁ Δημήτριος οὐ χαίρει. ἡ δὲ Σοφία ἔτι ᾄδει. ὁ δὲ Δημήτριος «στ!». ὁ Δημήτριος οὐ χαίρει, ἀλλὰ ὀργίζεται. ἡ δὲ Σοφίᾱ ἔτι ᾄδει. ὁ δὲ Δημήτριος τὴν Σωφίᾱν παίει. ἡ δὲ Σοφία νῦν οὐκ ᾄδει, ἀλλὰ δακρύει. ὁ δὲ Δημήτριος γελᾷ, «ἃ ἅ». ὁ μὲν Ἀλέξιος Δημήτριον ὁρᾷ, ὁ δὲ Δημήτριος τὸν Ἀλέξιον οὐχ ὁρᾷ. ὁ Ἀλέξιος λέγει «τί; ὁ Δημήτριος κόρην παίει, καὶ γελᾷ;» ὁ Ἀλέξιος ὀργίζεται, καὶ τὸν Δημήτριον παίει. ὁ δὲ Δημήτριος νῦν οὐ γελᾷ, ἀλλὰ δακρῡ́ει. ὁ Δημήτριος τὸν Ἀλέξιον παίει. ἡ δὲ Σοφίᾱ λέγει «ποῦ ἐστιν ἡ μήτηρ;» ἡ Σοφίᾱ τὴν Εὐγενίᾱν οὐχ ὁρᾷ. ἡ Σοφίᾱ καλεῖ τὴν Εὐγενίᾱν «μῆτερ, μῆ-τερ, ὁ Δημήτριός με παίει.» ἡ μὲν Εὐγενίᾱ οὐκ ἔρχεται, ὁ δὲ Γρηγόριος ἔρχεται.
Γρηγόριος ἐρωτᾷ «τίς με καλεῖ;» ὁ δὲ Ἀλέξιος ἀποκρίνεται «οὐδείς σε καλεῖ, τὴν δὲ μητέρα καλεῖ ἡ Σοφίᾱ.» ὁ δὲ Γρηγόριος ἐρωτᾷ τὸν Ἀλέξιον «τὴν μὲν μητέρα καλεῖ, ἐγὼ δὲ πάρειμι. διὰ τί ἡ Σοφία δακρῡ́ει;» ὁ δὲ ἀποκρῑ́νεται «ἡ Σοφία δακρύει ὅτι ὁ Δημήτριος αὐτὴν παίει.» ὁ δὲ Γρηγόριος λέγει «διὰ τί παῖς κόρην μῑκρᾱ̀ν παίει; φεῦ φεῦ. διὰ τί ὁ Δημήτριος αὐτὴν παίει;» ὁ δὲ ἀποκρῑ́νεται «ὅτι ᾄδει ἡ Σοφίᾱ;» ὁ δὲ Γρηγόριος λέγει «ὦ θύγατέρ μου. ὁ Δημήτριος οὐκ ἔστιν παῖς ἀγαθός, ἀλλὰ πονηρός.» ὁ δὲ Ἀλέξιος λέγει «ἡ Σοφία ἐστὶ κόρη ἀγαθή.» ὁ δὲ ἀποκρίνεται «ναί, ὀρθῶς, ἀλλὰ ποῦ ἐστιν ἡ μήτηρ; διὰ τί οὐκ ἔρχεται;» ὁ γὰρ πατὴρ τὴν μητέρα οὐχ ὁρᾷ. ὁ οὖν Δημήτριος ἀποκρῑ́νεται «ἡ μήτηρ καθεύδει.» ὁ δὲ Ἀλέξιος λέγει «στ. οὐ σέ, ἀλλὰ ἐμὲ ἐρωτᾷ ὁ πατήρ.» ὁ δὲ Γρηγόριος «παῖδες, σιγᾶτε. ποῦ ἐστιν ἡ μήτηρ;» ὁ δὲ Ἀλέξιος ἀποκρῑ́νεται «ἡ μὲν μήτηρ ἐνθάδε οὐκ ἔστιν, ὁ δὲ Δημήτριός ἐστιν.» καλεῖ οὖν ὁ Ἀλέξιος τὴν Εὐγενίᾱν «μῆ-τερ, μῆ-τερ.» ἡ δὲ Εὐγενίᾱ οὐκ ἀκούει οὐδὲ ἔρχεται. διὰ τί οὐκ ἔρχεται; ὃτι τοῦ Ἀλεξίου οὐκ ἀκούει. διὰ τί οὐκ αὐτοῦ ἀκούει; ὃτι ἡ Εὐγενίᾱ καθεύδει. ὁ οὖν Δημήτριος γελᾷ, «ἃ ἅ. οὐδὲ ἡ μήτηρ σοῦ ἀκούει.» ὁ δὲ Γρηγόριος ὀργίζεται. λέγει «σῑ́γᾱ». καὶ ὁ πατὴρ τὸν υἱὸν τύπτει. τὺπ τὺπ τύπ. διὰ τί τύπτει τὸν υἱόν; ὅτι οὐκ ἀγαθὸς ὁ πατήρ. νῦν δὲ ὁ Δημήρτιος δακρῡ́ει. ἆρα ἡ Εὐγενίᾱ τοῦ Δημητρίου ἀκούει; οὐδὲ αὐτοῦ ἀκούει, οὐδὲ τοῦ Ἀλεξίου, ἀλλὰ ἔτι καθεύδει. ἡ δὲ Εἰρήνη καὶ ἀκούει καὶ ἔρχεται.
ὁ οὖν Ἀλέξιος λέγει «ἡ μὲν μήτηρ οὐκ ἔρχεται, ἡ δὲ Εἰρήνη ἔρχεται.» ὁ δὲ Γρηγόριος αὐτοῦ οὐκ ἀκούει, ὁ γὰρ Δημήτριος πολὺ δακρῡ́ει. ἡ δὲ Εἰρήνη τὸν Ἀλέξιον ὁρᾷ, καὶ αὐτὸν ἐρωτᾷ «διὰ τί ὁ Δημήτριος δακρῡ́ει;» ὁ δὲ Ἀλέξιος ἀποκρῑ́νεται «ὁ Δημήτριος δακρῡ́ει ὅτι ὁ πατὴρ τύπτει αὐτόν.» ἡ δὲ ἐρωτᾷ «ἀλλὰ διὰ τί ὁ πατὴρ αὐτὸν τύπτει;» ὁ δὲ ἀποκρῑ́νεται «τὸν Δημήτριον τύπτει ὃτι παῖς πονηρός ἐστιν. ὁ δὲ Δημήτριος κόρην μῑκρᾱ̀ν παίει.» ἡ δὲ Σοφίᾱ λέγει «πάτερ, ἡ Εἰρήνη ἐνθάδε ἐστίν.» ὁ οὖν Γρηγόριος αὐτὴν ὁρᾷ, καὶ λέγει «τί ἐστιν, ὦ θύγατερ;» ἡ δὲ ἀποκρῑ́νεται «ὦ πάτερ, διὰ τί ὁ Δημήτριος δακρῡ́ει;» ὁ δὲ «ὅτι υἱὸς πονηρός ἐστιν. παῖς ὃς μῑκρᾱ̀ν κόρην παίει οὐκ ἔστιν ἀγαθός. ὁ ἀγαθὸς παῖς οὐ παίει κόρην.» ὁ οὖν Γρηγόριος πάλιν αὐτὸν τύπτει· τὺπ τὺπ τύπ. ὁ μὲν οὖν Δημήτριος πολὺ δακρῡ́ει. ὁ δὲ Ἀλέξιος χαίρει, ἀλλὰ οὐ γελᾷ. ἡ δὲ Σοφία οὐ χαίρει οὐδὲ γελᾷ. διὰ τί; ὅτι κόρη ἀγαθή ἐστιν ἡ Σοφία. ἡ δὲ Εἰρήνη δακρῡ́ει. διὰ τί καὶ ἡ Εἰρήνη δακρῡ́ει; δακρῡ́ει ὅτι ὁ πατὴρ τὸν υἱὸν τύπτει. πονηρὸς ὁ παῖς ὃς κόρην παίει, καὶ δὴ καὶ πονηρὸς ὁ ἀνὴρ ὃς μικρὸν παῖδα τύπτει.
παῖς γελᾷ. κόρη δακρῡ́ει. τίς ἐστιν ὁ παῖς ὃς γελᾷ; ὁ παῖς ὃς γελᾷ Δημήτριός ἐστιν. τίς ἐστιν ἡ κόρη ἣ δακρῡ́ει; ἡ κόρη ἣ δακρῡ́ει ἐστὶν Σοφίᾱ. ὁ Δημήτριος, ὃς κόρην παίει, ἐστὶ παῖς πονηρός. ἡ κόρη, ἣν Δημήτριος παίει, Σοφία ἐστίν. ὁ Γρηγόριος, ὃς υἱὸν τύπτει, πονηρὸς πατήρ ἐστιν. ὁ υἱός, ὃν ὁ Γρηγόριος τύπτει, Δημήτριός ἐστιν. τίνα καλεῖ ἡ Σοφίᾱ; τὴν Εὐγενίαν καλεῖ. ἡ Εὐγενίᾱ, ἣν Σοφία καλεῖ, ἐστὶ μήτηρ παιδίων. ἀλλὰ ὁ Γρηγόριος τὸν Δημήτριον τύπτει. ὁ παῖς, ὃν Γρηγόριος τύπτει, Δημήτριός ἐστιν. τίνα καλεῖ ὁ Ἀλέξιος; καὶ ὁ Ἀλέξιος τὴν Εὐγενίᾱν καλεῖ. ἡ δὲ Εὐγενίᾱ οὐκ ἀκούει. τίνος ἀκούει ἡ Εὐγενία; οὐδενὸς καὶ οὐδέν.
Κεφάλαιον τὸ τέταρτον
πρόσωπα· Γρηγόριος, Εὐγενίᾱ, Σωσίᾱς.
ὁ Γρηγόριός ἐστιν ἐν τῇ οἰκίᾳ. καὶ ἡ Εὐγενίᾱ ἐστὶν ἐν τῇ οἰκίᾳ. Γρηγόριος λέγει, «ἆρα ἔστιν οἶνος;» ἡ δὲ Εὐγενίᾱ λέγει, «οἶνος; ἆρα ἔστιν οἶνος; ἔστιν οἶνος, ἐν τῷ οἰνῶνι. ὁ οἶνός ἐστιν ἐν τῷ οἰνῶνι.» ὁ δὲ Γρηγόριος ἔρχεται εἰς τὸν οἰνῶνα. ἆρα ἔστιν οἶνος ἐν τῷ οἰνῶνι; ναί, οἶνος ἔστιν. πολὺς ὁ οἶνός ἐστιν. ὁ οἶνος ἐν τῷ οἰνῶνι πολύς ἐστιν. ὁ Γρηγόριος ὁρᾷ ἀμφορέᾱς. πολλοὶ ἢ ὀλίγοι ἀμφορῆς εἰσιν; πολλοί εἰσιν. τί ἔνεστιν ἐν τοῖς ἀμφορεῦσιν; οἶνος ἔνεστιν. πολλοὶ ἢ ὀλίγοι ἀμφορῆς εἰσιν; πολλοί εἰσιν. ἐν τοῖς ἀμφορεῦσιν ἐστὶν οἶνος. πόσοι ἀμφορῆς εἰσιν; ὁ Γρηγόριος ἀριθμεῖ τοὺς ἀμφορέᾱς αὐτοῦ· εἷς, δύο, τρεῖς, τέσσαρες, πέντε, ἕξ, ἑπτά, ὀκτώ, ἐννέα, δέκα, ἕνδεκα. μόνον ἕνδεκα. ὁ ἀριθμὸς τῶν ἀμφορέων οὐκ ἔστιν δώδεκα, ἀλλὰ ἕνδεκα. ἕνδεκα πάρεισιν, εἷς ἄπεστιν. ποῦ ἐστιν; ποῦ ἐστιν ὁ ἀμφορεὺς ὁ ἄλλος; ὁ Γρηγόριος ὀργίζεται. καὶ καλεῖ τὴν γυναῖκα αὐτοῦ «Εὐγενίᾱ, ἐλθέ!» ἡ δὲ Εὐγενίᾱ ἔρχεται εἰς τὸν οἰνῶνα. νῦν ἡ Εὐγενίᾱ πάρεστιν. ὁ δὲ λέγει, «πόσοι ἀμφορῆς τοῦ οἴνου εἰσίν;» ἡ δὲ λέγει «ἆρα οὐ δώδεκα;» καὶ ἀριθμεῖ αὐτούς. εἷς, δύο, τρεῖς… ἐννέα, δέκα, ἕνδεκα. ἡ Εὐγενίᾱ ἀριθμεῖ ἕνδεκα ἀμφορέᾱς τοῦ οἴνου. λέγει οὖν ἡ Εὐγενίᾱ, «μόνον ἕνδεκα ἀμφορῆς εἰσιν, οὐ δώδεκα. κάλει τοὺς δούλους.» ὁ οὖν Γρηγόριος καλεῖ τοὺς δούλους αὐτοῦ «δοῦλοι, ἔλθετε!» ὁ οὖν Σωσίᾱς ἔρχεται, ὁ δὲ Τροχίλος οὔ. νῦν δὲ εἷς τῶν δούλων πάρεστιν, οἱ ἄλλοι ἄπεισιν. ὁ δὲ Γρηγόριος βλέπει ὁρᾷ τὸν δοῦλον αὐτοῦ, Σωσίᾱν, τὸν δὲ δοῦλον Τροχίλον οὐ ὁρᾷ. ὁ μὲν Σωσίᾱς πάρεστιν, ὁ δὲ Τροχίλος ἄπεστιν. ὁ Γρηγόριος, ἡ Εὐγενίᾱ, καὶ ὁ Σωσίᾱς πάρεισιν. Σωσίᾱς· «ἰδού, ὁ δοῦλός σου ἐνθάδε ἐστίν.» Γρηγόριος· «τί; εἷς μόνος δοῦλος πάρεστιν; ποῦ εἰσιν οἱ ἄλλοι; ποῦ ἐστιν Τροχίλος; κάλει τὸν Τροχίλον.» ὁ δὲ Σωσίας καλεῖ Τροχίλον, «Τροχίλε, ἐλθέ». Τροχίλος δὲ οὔτε ἀκούει τοῦ Σωσίου, οὔτε ἔρχεται. ὁ οὖν Σωσίᾱς πάλιν καλεῖ αὐτόν, «ἐλθέ, ὦ Τροχίλε». ὁ Τροχίλος ἔρχεται, καὶ νῦν δύο δοῦλοι πάρεισιν.
πρόσωπα· Γρηγόριος, Εὐγενίᾱ, Σωσίᾱς, Τροχίλος.
Τροχίλος, ὃς τὸν δεσπότην οὐχ ὁρᾷ, ἐρωτᾷ τὸν Σωσίᾱν, «τί ἐστιν, ὦ Σωσία;» Σωσίᾱς· «στ! ὁ κύριος πάρεστιν. ἀσπάζου αὐτόν.» ὁ δὲ Τροχίλος ὁ δοῦλος ἀσπάζεται τὸν δεσπότην, «χαῖρε, ὦ κῡ́ριε». ὁ δὲ κύριος αὐτόν ἀσπάζεται, «χαῖρε καὶ σύ, δοῦλε» Τροχίλος· «τί ἐστιν, δέσποτα;» Γρηγόριος· «στ! σῑ́γᾱ, δοῦλε. σῑ́γᾱ καὶ ἄκουσον». ὁ μὲν δοῦλος σῑγᾷ, ὁ δὲ δεσπότης λέγει, «ἐν τῷ οἰνῶνί μού εἰσιν μόνον ἕνδεκα ἀμφορῆς οἴνου. ποῦ ἐστιν ὁ ἄλλος;» ὁ μὲν δοῦλος σῑγᾷ, οὐδὲ ἀποκρῑ́νεται. ἡ δὲ Εὐγενίᾱ λέγει, «ἀποκρῑ́νου, Τροχίλε! ὁ κῡ́ριος ἐρωτᾷ σε.» ὁ οὖν Τροχίλος ἀποκρῑ́νεται, «ὁ οἶνός σου οὐκ ἐνθάδε ἐστίν. οὐκ οἶδα ἐγώ. ἐρώτᾱ Σωσίᾱν!» ὁ μὲν οὖν Γρηγόριος νῦν τὸν Σωσίᾱν ἐρωτᾷ, «ποῦ ἐστιν ὁ οἶνός μου, Σωσία;» ὁ δὲ Σωσίᾱς οὐδὲν ἀποκρῑ́νεται. ὁ δὲ Γρηγόριος πάλιν ἐρωτᾷ αὐτόν, «ἀποκρῑ́νου, δοῦλε, ποῦ ἐστιν ὁ ἄλλος ἀμφορεύς;» ὁ μὲν Σωσίᾱς οὐ λέγει, ὁ δὲ Τροχίλος κατηγορεῖ τοῦ Σωσίου, «ὁ ἀμφορεύς σου ἐν τῷ σάκκῳ αὐτοῦ ἐστιν.» ἡ δὲ Εὐγενίᾱ λέγει, «ἄκουσον, Σωσία, ὁ Τροχίλος κατηγορεῖ σου.» ὁ δὲ Σωσίᾱς· «τί, τίνος κατηγορεῖ ὁ Τροχίλος; ἐμοῦ;» Γρηγόριος δὲ λέγει, «σῑ́γᾱ, Τροχίλε. ὁ δοῦλος ὃς δούλου ἄλλου κατηγορεῖ, οὐκ ἔστιν δοῦλος ἀγαθός, ἀλλὰ πονηρός». σῑγᾷ οὖν ὁ Τροχίλος. οὐκ οὖν κατηγορεῖ τοῦ Σωσίου ὁ Γρηγόριος, ἀλλὰ ἐρωτᾷ αὐτόν, «ἆρα ὁ ἀμφορεύς μου ἐν τῷ σάκκῳ σου;» Σωσίᾱς· «οὐδαμῶς, κῡ́ριε. ὁ ἀμφορεύς σου οὐκ ἔστιν ἐν τῷ σάκκῳ μου.» Γρηγόριος· «ποῦ ἐστιν ὁ σάκκος σου;» Σωσίᾱς· «ἰδού, ὁ σάκκος μου πάρεστιν.» Γρηγόριος· «θὲς τὸν σάκκον ἐπὶ τὴν τράπεζαν, καὶ ἄνοιξον αὐτόν.» ὁ οὖν Σωσίᾱς τίθησι τὸν σάκκον ἐπὶ τήν τράπεζαν, καὶ αὐτόν ἀνοίγει. νῦν δὲ ὁ σάκκος ἐστὶν ἐπὶ τῆς τραπέζης. ἆρα ἀμφορεύς ἔνεστιν ἐν τῷ σάκκῳ; οὐχί. οὐκ ἔστιν οἴνου ἀμφορεὺς ἐν τῷ σάκκῳ αὐτοῦ. ὁ δεσπότης ὁ Γρηγόριος ὁρᾷ οὐδένα ἀμφορέᾱ ἐν τῷ σάκκῳ. ὁ γὰρ σάκκος τοῦ Σωσίου ἐστιν κενός. ὁ οὖν Γρηγόριος λέγει τῇ Εὐγενίᾳ, «ἰδού, ὁ Σωσίᾱς ἐστὶν δοῦλος ἀγαθός. τὸν ἀμφορέᾱ μου οὐκ ἔχει. σοὶ δὲ εὐχαριστῶ, Σωσία, τὸν σάκκον λάβε καὶ ἀποχώρει.» ὁ οὖν Σωσίᾱς λαμβάνει τὸν σάκκον καὶ ἀποχωρεῖ ἐκ τοῦ οἰνῶνος. ὁ δὲ Τροχίλος ἔτι πάρεστιν. ἆρα ὁ Τροχίλος τὸν οἶνον ἔχει;
ὁ Γρηγόριος νῦν ἐρωτᾷ τὸν Τροχίλον, λέγων «ποῦ ἐστιν ὁ ἀμφορεύς μου, ὦ Τροχίλε;» ὁ δὲ Τροχίλος ἀποκρῑ́νεται, λέγων «οὐκ οἶδα. οὐκ ἔστιν ἐν τῷ σάκκῳ ἐμοῦ.» ὁ οὖν Γρηγόριος κελεύει αὐτόν, «θὲς τὸν σάκκον ἐπὶ τὴν τράπεζαν, καὶ ἄνοιξον αὐτόν.» ὁ Τροχίλος ἐπὶ τὴν τράπεζαν τίθησι τὸν σάκκον αὐτοῦ, ἔπειτα δὲ ἀνοίγει αὐτόν. ἆρά ἐστιν ὁ οἶνος ἐν τῷ σάκκῳ; οὐδαμῶς. οὐκ ἔστιν οὐδέν. ὁ σάκκος αὐτοῦ οὐκ ἔστιν πλήρης, ἀλλὰ κενός. ὁ Τροχίλος λέγει, «ἰδού, τὸν οἶνόν σου οὐκ ἔχω. καὶ ἐγὼ ἀγαθός εἰμι δοῦλος,» καὶ ἀποχωρεῖ. νῦν δὲ μόνον πάρεισιν ὁ Γρηγόριος καὶ ἡ Εὐγενίᾱ. ὁ μὲν οὖν Γρηγόριος ὀργίζεται, ἡ δὲ Εὐγενίᾱ οὔ. ὁ δὲ ἐρωτᾷ, «ἀλλὰ δὲ ποῦ ἐστιν ὁ ἀμφορεὺς ὁ ἄλλος. ἕνδεκα πάρεισιν, εἷς ἄπεστιν. ἆρα σὺ οἶδας, ὦ Εὐγενίᾱ;» ἡ δὲ Εὐγενίᾱ γελᾷ, λέγουσα «οὐκ οἶδα ἐγώ.» ἀλλὰ ἐν τῷ σάκκῳ αὐτῆς ἐστιν ἀμφορεὺς τοῦ οἴνου, οὐ πλήρης οἴνου, ἀλλὰ κενός.
Κεφάλαιον τὸ πέμπτον
ὁ Γρηγόριος οἰκεῖ ἐν οἰκίᾳ (ἢ οἴκῳ) μεγάλῃ. ὁ πατήρ, ἡ μήτηρ, καὶ τὰ παιδία, ἐν τῷ οἴκῳ οἰκοῦσιν. ὁ Γρηγόριος καὶ ἡ Εὐγενία τέσσαρα παιδία ἔχουσιν· δύο υἱοὺς καὶ δύο θυγατέρας.
καὶ δὴ καὶ ἐν τῇ οἰκίᾳ πολλοὶ δοῦλοι οἰκοῦσιν. ὁ δὲ Γρηγόριος κύριος αὐτῶν ἐστιν, οὗτος γὰρ πολλοὺς δούλους ἔχει. καὶ κυρία δουλῶν πολλῶν ἐστιν ἡ Εὐγενία, αὑτὴ γὰρ πολλὰς δούλας ἔχει.
σὺν δὲ τοῖς παιδίοις οἰκοῦσιν ὁ πατὴρ καὶ ἡ μήτηρ. οἱ γονεῖς (πατήρ καὶ μήτηρ) μετὰ παιδίων οἰκοῦσιν ἐν τῷ οἴκῳ. οἱ υἱοὶ καὶ αἱ θυγατέρες σὺν τῷ Γρηγορίῳ καὶ σὺν τῇ Εὐγενίᾳ οἰκοῦσιν. οὐ μόνον σὺν παιδίοις, ἀλλὰ καὶ μετὰ τῶν δούλων οἰκοῦσιν ἡ Εὐγενία τε καὶ ὁ Γρηγόριος. ὁ οἶκος τοῦ Γρηγορίου οὐκ ἔστιν ἐν τοῖς ἀγροῖς, ἀλλὰ ἐν τῷ ἄστει. ποῦ οἰκεῖ ὁ Γρηγόριος; ἐν τῇ Ἀντιοχείᾳ, καὶ ἡ Ἀντιόχειά ἐστιν πόλις ἢ ἄστυ. καὶ δὴ καὶ ὁ Γηργόριος ἐν τῇ πόλει, ἐν τῇ Ἀντιοχείᾳ, οἰκεῖ. ὁ μὲν οὖν οἶκος οὐκ ἔστιν ἐν κήπῳ, ἢ μεγάλῳ ἢ μικρῷ. ἔστι δὲ κῆπος μῑκρὸς ἐν τῇ οἰκίᾳ.
καλή ἐστιν ἡ Εὐγενία. καλός ἐστιν ὁ Γρηγόριος. καλά εἰσιν τὰ παιδία αὐτῶν· οἱ μὲν υἱοὶ καλοί, αἱ δὲ θυγατέρες καλαί. ἆρα οἱ δοῦλοι καλοί; οἱ μὲν καλοί, οἱ δὲ αἰσχροί. τίς ἐστιν δοῦλος αἰσχρός; ὁ Σωσίας ἐστὶν αἰσχρός. ὀφθαλμὸν γὰρ κακὸν ἔχει. διὰ τί ὀφθαλμὸν κακὸν καὶ αἰσχρὸν ἔχει ὁ Σωσίας; ὅτι ὁ δεσπότης ἀεὶ τύπτει αὐτόν.
ἐν τῷ οἴκῳ τοῦ Γρηγορίου εἰσίν δύο θύραι. ἡ μὲν ἑτέρα θύρα ἐστὶ μεγάλη, ἡ δὲ ἑτέρα θύρα ἐστὶ μικρά. καὶ ὁ οἶκος πολλᾱ̀ς θυρίδας ἔχει. πολλαὶ θυρίδες ἐν τῷ οἴκῳ εἰσίν. καὶ ἐν τῷ οἴκῳ ἐστὶν αὐλή.
ἐν τῇ αὐλῇ ἔστιν κῆπος μῑκρός. ἄλλοι μὲν οἶκοι περίστυλα ἔχουσιν, ἄλλοι δὲ οὔ. ἆρα περίστυλον ἐν τῷ οἴκῳ τούτῳ; ναί, ἐν τῇ τοῦ Γρηγορίου οἰκίᾳ ἔστιν περίστῡλον, οὐ μέγα, ἀλλὰ καλόν.
καὶ δὴ καὶ ἐν τῷ οἴκῳ ἐστὶ πολλὰ οἰκήματα. ὁ μὲν Ἀλέξιος ἐν οἰκήματι μῑκρῷ καθεύδει. τί περὶ Δημητρίου; καὶ οὗτος καθεύδει ἐν μῑκρῷ οἰκήματι. ἡ δὲ Εἰρήνη καὶ ἡ Σοφία ἅμα καθεύδουσιν ἐν οἰκήματι γυναικῶν. ἄλλοι δὲ ἄνθρωποι, ὡς δοῦλοι, ἐν ἄλλοις οἰκήμασιν καθεύδουσιν, οἱ ἄνδρες ἐν ἑνὶ οἰκήματι, τῷ ἀνδρῶνι, αἱ δὲ γυναῖκες ἐν ἑνὶ ἄλλῳ οἰκήματι, τῷ γυναικῶνι.
ἡ οὖν Εὐγενίᾱ ἐστὶν ἐν τῇ αὐλῇ. ἆρά ἐστιν μόνη; οὐ μόνη ἐστὶν ἡ Εὐγενία. αἱ κόραι σὺν αὐτῇ εἰσιν ἐν τῇ αὐλῇ. ὁ δὲ Γρηγόριος ἄπεστιν. ἡ γυνὴ ἐν τῇ οἰκίᾳ ἐστὶν ἄνευ τοῦ ἀνδρὸς αὐτῆς. ποῦ δέ ἐστιν ὁ Γρηγόριος; σήμερον ἔξω Ἀντιοχείας ἐστίν, ὅτι πρὸς τοὐς ἀγροὺς πορεύεται, μετὰ τοῦ Ἀλεξίου καὶ δούλων.
##II
ἐν δὲ τούτῳ, ἡ Εὐγενίᾱ μετὰ τῶν τριῶν παιδίων ἐν τῇ αὐλῇ ἐστιν. αἱ μὲν κόραι καὶ ἡ μήτηρ λαλοῦσιν, ὁ δὲ παῖς παίζει ἐν τῷ περιστῡ́λῳ. ὁ δὲ Δημήτριος ἀπὸ τῆς Εὐγενίας ἀποχωρεῖ.
τέσσαρες πάρεισιν, μία γυνὴ καὶ τρία παιδία, δύο κόραι καὶ εἷς παῖς. καὶ ἔστιν σφαῖρα. ὁ δὲ παῖς βάλλει τὴν σφαῖραν πρὸς τὰς ἀδελφὰς αὐτοῦ. αἱ δὲ λαμβάνουσιν τὴν σφαῖραν καὶ βάλλουσιν αὐτὴν πρὸς τὸν ἀδελφὸν αὐτῶν. ὁ δὲ λάμβανει τὴν σφαῖραν καὶ πάλιν βάλλει.
ἡ μὲν οὖν Εἰρήνη βάλλει ὑπὲρ τὸν Δημήτριον τὴν σφαῖραν. ὁ δὲ παῖς ἀπέρχεται καὶ ζητεῖ αὐτήν. νῦν δὲ οὐχ ὁρᾷ αὐτὸν ἡ μήτηρ. οὐδὲ οὗτος ὁ παῖς αὐτὰς ὁρᾷ.
ἰδού, ἔστιν ἀνήρ πρὸς τῇ θύρᾳ. ἐκεῖνος οὖν κόπτει. ἡ δὲ Εἰρήνη ἐκείνου ἀκούει καὶ κελεύει τὴν ἀδελφὴν αὐτῆς, τὴν Σοφίᾱν, λεγοῦσα, «κάλει μητέρα!» ἡ δὲ ἀδελφή, ἡ Σοφίᾱ, καλεῖ τὴν Εὐγενίᾱν.
ἡ δὲ Εὐγενίᾱ κελεύει τὰς θυγατέρας, λέγουσα, «καλεῖτε τὸν ἀδελφόν ῡ̔μῶν.» αἱ δὲ καλοῦσιν, λέγουσαι, «Δημήτριε, ἐλθὲ δεῦρο.»
ὁ Δημήρτιος ἔρχεται. «τί ἐστιν, ὦ μῆτερ;» ἡ δὲ ἀποκρῑ́νεται, λεγοῦσα, «ἀνήρ τις πάρεστιν. προσέλθε πρὸς τὴν θύρᾱν μετὰ δούλου καὶ ἐρώτᾱ.
ὁ δὲ Δημήτριος καλεῖ δοῦλον, Τροχίλον, καὶ ἅμα προσέρχονται πρὸς τὴν θύρᾱν. ὁ μὲν Τροχίλος λαλεῖ, ὁ δὲ Δημήτριος σῑγᾷ.
Τροχίλος· τίς εἶ σύ, οὗτος; Ἄγγελος· ἄγγελός τις εἰμι, ἐκ τῶν ἀγρῶν ἔρχομαι. Τροχίλος· ἀλλὰ, ἐκ τίνος τῶν ἀγρῶν ἔρχῃ, ὦ φίλε; Ἄγγελος· δήλως, ἐκ τῶν ἀγρῶν τοῦ Γρηγορίου, τοῦ κῡρίου μου. Τροχίλος· οὗτος δὲ εἰς τοὺς ἀγροὺς αὐτοῦ σήμερον πορεύεται. τὶ ἐνθάδε ζητεῖς;
Ἄγγελος· τὰ ἀληθῆ λέγεις; εἰς τοὺς ἀγροὺς πορεύεται ὁ Γρηγόριος; οἴμοι, ματαίως οὖν ἔρχομαι εἰς τὴν πόλιν σήμερον. νῦν δὲ ἀποχωρῶ.
ὁ οὖν δοῦλος καὶ ὁ παῖς ἐπανέρχονται πρὸς τὴν Εὐγενίᾱν. ἡ δὲ αὐτοὺς ὁρᾷ καὶ ἐρωτᾷ, λέγουσα, «τίς ἐστιν, καὶ τί βούλεται;» ὁ δὲ Δημήτριος ἀποκρῑ́νεται λέγων, «οὗτος ὁ ἀνήρ ἐστι ἄγγελος, καὶ τὸν πατέρα ζητεῖ. ἐκ γὰρ τῶν ἀγρῶν ἔρχεται, καὶ νῦν πάλιν εἰς τοὺς ἀγροὺς ἐπανέρχεται.»
ἆρα ὁ Γρηγόριος ἐν τοῖς ἀγροῖς; οὐκ ἐν τοῖς ἀγροῖς ἀλλὰ ἐν τῇ ὁδῷ. νῦν δὲ εἰς τοὺς ἀγροὺς πορεύεται. ὁ γὰρ κῡ́ριος σὺν τέσσαρσι δούλοις ἀποχωρεῖ τῆς πόλεως. οὗτοι μὲν βαδίζουσιν, ὁ δὲ κῡ́ριος ἐπὶ ἵππου ὀχεῖται.
οἰκίᾱ ἔστιν καὶ τοῦ Τροχίλου. τίς ἐστιν ὁ Τροχίλος; οὗτός ἐστιν δοῦλος ἐν τῷ τοῦ Γρηγορίου οἴκῳ. καὶ δὴ καὶ ἀνήρ Ῥωμαϊκός ἐστιν ὁ Τροχίλος. διὰ τί οὗτος ὁ ἀνὴρ ὁ Ῥωμαϊκὸς δοῦλός ἐστιν; ὁ γὰρ πατὴρ τοῦ Τροχίλου ἦν δοῦλος, νῦν δὲ αὐτός ἐστι δοῦλος. οὐ μόνον δοῦλός ἐστιν ὁ Τροχίλος, ἀλλὰ καὶ ἀνὴρ ὃς γυναῖκα ἔχει. τίνος γυναικός ἐστι ὁ Τροχίλος; τίς ἐστιν ἡ γυνὴ τοῦ Τροχίλου; Ἡ Κίλισσα γυνὴ τοῦ Τροχίλου ἐστίν. ὅ τε Τροχίλος καὶ ἡ Κίλισσα ἅμα οἰκοῦσιν ἐν τῷ τοῦ Γρηγορίου οἴκῳ. οὐ γὰρ ἔχουσιν οἶκον ἄλλον, ἐν ᾧ οἰκοῦσιν. ἡ οὖν οἰκίᾱ αὐτῶν ( =τοῦ Τροχίλου καὶ τῆς Κιλίσσης) ἐστιν ἐν τῷ τοῦ δεσπότου οἴκῳ. ἕξ οὖν παιδία ἔχουσιν, τέσσαρες μὲν υἱοί εἰσιν, δυὸ δὲ θυγατέρες. τοῖς υἱοῖς μὲν οὖν ἐστι ὀνόματα Ῥωμαϊκά, ταῖς δὲ θυγατρᾱ́σιν Ἑλληνικά. αἱ γὰρ θυγάτερές εἰσιν Σωφρονίᾱ καὶ Φοίβη. τίνα τὰ ὀνόματα τοῖς υἱοῖς; Μαρκὸς, Κοΐντος, Τῑ́τος, καὶ Οὐῑ́βιος. χαίρουσι οὖν τὰ παιδία τῆς Κιλίσσης; οὐ πολλάκις, ὅτι καὶ δοῦλοί εἰσιν οἱ ἕξ.
Κεφάλαιον τὸ ἕκτον
ποῦ ἐστιν ὁ Γρηγόριος; ὁ Γρηγόριός ἐστιν ἐν τῇ ὁδῷ. ἀλλὰ ποῖ ἔρχεται ὁ Γρηγόριος; πρὸς τοὺς ἀγροὺς αὐτοῦ ἔρχεται. πόθεν δὲ ἔρχεται ὁ Γρηγόριος; ἀπὸ τῆς οἰκίᾱς αὐτοῦ, καὶ ἀπὸ τῆς Ἀντιοχείᾱς.
ἡ πόλις ἡ Ἀντιοχεία ἐστὶ μετὰ τὸν Γρηγόριον. οἱ ἀγροὶ κεῖνται πρὸ αὐτοῦ. οὗτος ὀχεῖται ἀπὸ τῆς πόλεως πρὸς τοὺς ἀγρούς, ἐπὶ ἵππου. ὁ μὲν ἵππος φέρει αὐτόν. ὁ δὲ ὀχεῖται ἐπὶ ἵππου. νῦν δὲ μεταξὺ τῆς πόλεως καὶ τῶν ἀγρῶν ἐστιν.
οἱ ἀγροὶ τοῦ Γρηγορίου οὐ πόρρω ἀπὸ τοῦ ἄστεως, ἀλλὰ ἐγγύς ἐστιν. ἡ μὲν οὖν ὁδός, ἣ πρὸς τοὺς ἀγροὺς ἄγει, οὐκ ἐστιν μακρᾱ́, ἀλλὰ μῑκρᾱ́. ἡ δὲ ὁδὸς ἀπὸ τῆς Ἀντιοχείᾱς πρὸς Σελεύκειαν ἐν Πιερίᾳ μακρᾱ́ ἐστιν. τί ἐστι Σελεύκεια ἐν Πιερίᾳ; ἔστι πόλις μῑκρᾱ́, ἐγγὺς τῆς θαλάσσης.
οὐχ οὕτως μακρᾱ́ ἐστιν ἡ ὁδὸς πρὸς τοὺς ἀγροὺς τοῦ Γρηγορίου, ὡς ἡ πρὸς τὴν Σελεύκιαν ὁδὸς. ἀλλὰ οὐχ οὕτως μικρᾱ́ ἐστιν ἡ πρὸς Ἱεροσόλυμα ὁδός ὡς ἡ πρὸς Σελεύκιαν ὁδός. καὶ μακρᾱ́ ἐστι ἡ ὁδὸς ἀπὸ τῆς Ἀντιοχείᾱς πρὸς τὴν Κωνσταντινούπολιν
περὶ πόλιν ἐστὶ τείχη. περὶ οὖν τὴν Ἀντιόχειαν τείχη ἐστίν, καὶ τείχη ἀρχαία καὶ τείχη νέα. ἐν δὲ τοῖς τείχεσίν εἰσι πύλαι. πύλαι γάρ εἰσιν ὥσπερ θύραι, ἀλλὰ ἐν τείχεσιν. ἆρα πολλαὶ πύλαι ἐν τοῖς τείχεσιν τῆς Ἀντιοχείᾱς; οὐ πολλαί, ἀλλὰ ὀλίγαι. αἱ πύλαι ἔνεισιν ἐν τοῖς τείχεσιν περὶ τὴν πόλιν. εἷς, δύο, τρεῖς, εἰσὶν ἀριθμοί. τρεῖς ἐστιν ἀριθμὸς μείζων ἢ δύο. καὶ δύο ἐστιν ἀριθμὸς μείζων ἢ εἷς. ἆρα ἐστιν εἷς μείζων ἢ τρεῖς; οὐδαμῶς, ἀλλὰ τρεῖς μείζων ἐστὶν ἢ εἷς. ἐν δὲ τῷ τείχει περὶ τὴν Ῥώμην, πόσαι πύλαι εἰσίν; περὶ μὲν τὴν Ῥώμην εἰσί δώδεκα πύλαι. περὶ δὲ τὴν Ἀντιόχειαν πέντε. ὁ μὲν οὖν ἀριθμὸς τῶν τῆς Ῥώμης πυλῶν ἐστι δώδεκα, ὁ δὲ ἀριθμὸς τῶν πυλῶν περὶ τὴν Ἀντιόχειαν μόνον πέντε ἐστίν. μείζων ἐστιν ὁ ἀριθμὸς τῶν περὶ τὴν Ῥώμην πυλῶν ἢ ὁ ἀριθμὸς τῶν ἐν τῇ Ἀντιόχειᾳ πυλῶν.
ὁ οὖν Γρηγόριος ἐπὶ ἵππου ὀχεῖται ἀπὸ τῆς πόλεως πρὸς τοὺς ἀγρούς. αὕτη ἡ ὁδός οὐ μακρᾱ́ ἐστιν. ὁ γὰρ Γρηγόριος ἐπὶ ἳππου ἔρχεται, οἱ δὲ δοῦλοι αὐτοῦ βαδίζουσιν. ὁ μὲν Σωσίᾱς πρὸ τοῦ κῡρίου βαδίζει, ὁ δὲ Ἡρακλείδης μετὰ τὸν δεσπότην βαδίζει. ἆρα βαδίζει καὶ ὁ Ἀλέξιος; καὶ οὗτος οὐ βαδίζει ἀλλὰ ἐπὶ ἵππου ὀχεῖται. πάντες ἀποχωροῦσιν ἀπὸ τῆς πόλεως, ἅμα πρὸς τοὺς ἀγροὺς προσχωροῦσιν.
ἰδού, ἄνθρωπός τις ἐν τῇ ὁδῷ ἐστιν. οὗτος ὁ ἄνθρωπος οὐκ ἀπὸ τῆς Ἀντιοχείᾱς, ἀλλὰ πρὸς τὸ ἄστυ βαίνει. πρῶτος οὖν ὁ Γρηγόριος αὐτόν ὁρᾷ, ὅτι ἐπὶ ἵππου καθίζει. ἔπειτα δὲ οἱ ἄλλοι ὁρῶσιν αὐτόν. ἆρα οὗτος ὁ ἄνθρωπος καθίζει ἐπὶ ἵππου; οὐδαμῶς, οὐκ ὀχεῖται ὁ ἄνθρωπος, ἀλλὰ βαδίζει, ὥσπερ οἱ τοῦ Γρηγόριου δοῦλοι. ὁ ἄνθρωπος ὃς βαδίζει οὐδὲ ὁρᾷ τόν τε Γρηγόριον καὶ τὸν Ἀλέξιον οὐδὲ τοὺς ἄλλους, οἳ βαδίζουσιν, ὁρᾷ.
ἕστηκε οὖν ὁ Γρηγόριος καὶ λέγει τῷ τε υἱῷ καὶ τοῖς δούλοις, «στῆτε, ἄνδρες. τίς ἔρχεται; μένετε. βούλομαι γὰρ γιγνώσκειν τίς ἐστιν.» οἱ οὖν ἄλλοι ἑστᾶσιν, καὶ μένουσιν.
ὁ δὲ ἕτερος ἄνθρωπος, ὃς πρὸς αὐτοὺς βαδίζει, ἕστηκε καὶ βλέπει πρὸς τὸν Γρηγόριον, ὃς μένει μετὰ τῶν ἄλλων. ἐκεῖνος οὖν λέγει αὐτοῖς, «χαίρετε, φίλοι. ποῖ καὶ πόθεν;»
ὁ δὲ Γρηγόριος ἀποκρῑ́νεται λέγων, «ἐκ Ἀντιοχείᾱς ἐρχόμεθα, καὶ εἰς τοὺς ἀγροὺς βαίνομεν. καὶ σύ; ποῖ καὶ πόθεν σύ γε;».
ὁ δὲ ξένος ἀποκρῑνόμενος λέγει, «ἐγὼ δή; ἀπὸ Σελευκείᾱς πρὸς τὴν πόλιν πορεύομαι.»
Γρηγόριος· τί ἐστιν τὸ ὄνομά σοι; Μακάριος· τὸ ὄνομά μοί ἐστι Μακάριος. καὶ τίνα ἐστὶ τὰ ὀνόματα ῡ̔μῖν. Γρηγόριος· ἐγὼ μὲν Γρηγόριος ὀνομάζομαι. τὸ ὄνομα τούτῳ τῷ υἱῷ μού ἐστιν Ἀλέξιος. καὶ τοῖς ἄλλοις; δοῦλοί εἰσι. οὐ βούλομαι τὰ ὀνόματα αὐτῶν σοι λέγειν. Μακάριος· ὁ θεὸς ὀνόματα δίδωσιν πᾶσιν τοῖς ἀνθρώποις, οὐ μόνον πολῑ́ταις. Γρηγόριος· ὁ Ζεὺς ὀνόματα δίδωσιν πᾶσιν, οὐκ ἐλευθερίᾱν. ἐγὼ μὲν κῡ́ριος αὐτῶν εἰμί, σὺ δὲ οὔ. εἰ βούλομαι αὐτοὺς ὀνομάζειν, ὀνομάζω, εἰ δὲ μὴ, οὐ τοῦτο ποιῶ. Μακάριος· ταῦτα ἐστιν, εἰ μὴ βούλει. Γρηγόριος· ἀλλὰ, τίς εἶ σύ, ὦ ξένε; καὶ διὰ τί πρὸς τὴν πόλιν πορεύῃ; Μακάριος· μοναχός εἰμι, δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου. Γρηγόριος· ἆρα οὐκ εἶ εἷς τῶν Χριστιανῶν; Μακάριος· ναί, δηλόν ἐστιν. ὁ κῡ́ριός μού ἐστι Χριστὸς ὁ Ἰησοῦς. Γρηγόριος· ἐκεῖνος οὐκ ἔστι ὁ ἐμὸς κῡ́ριος οὐδὲ ὁ θεός μου, ἀλλά ἐστιν θεός σου. ἐγὼ δὲ τοὺς θεοὺς τοὺς ἀρχαίους τῑμῶ. ἔρρωσο, ὦ ξένε. ἄγε δή. Μακάριος· ἔρρωσθε καὶ ῡ̔μεῖς.
ὁ μὲν οὖν Γρηγόριος οὐ βούλεται περὶ τοῦ Χριστοῦ ἀκούειν, ὁ δὲ Ἀλέξιος βούλεται, καὶ πρὸς τὸν μοναχὸν τὸν Μακάριον βλέπει καὶ νομίζει. ὁ δὲ Μακάριος βαδίζει πρὸς τὸ ἄστυ.
μετὰ χρόνον τι καὶ ἑσπέρᾱς γενομένης, ὁ Γρηγόριος καὶ οἱ σὺν αὐτῷ εἰς τὸ χωρίον ἀφικνοῦνται. τί ἐστιν τὸ χωρίον; τὸ χωρίον ἐστι ὁ κλῆρος ἢ οἱ ἀγροί, οὗς ἔχει ὁ Γρηγόριος. οἱ μὲν οὖν δοῦλοι μάλα κάμνουσιν ὅτι πᾶσαν τὴν ἡμέρᾱν βαδίζουσιν. ὁ δὲ Ἀλέξιος καὶ ὁ πατὴρ αὐτοῦ οὐ κάμνουσιν, ὃτι ἐπὶ ἵπποις ὀχοῦνται. τί οὖν ἔστιν ἐν τῷ χωρίῳ; ἔνεστιν οἰκίᾱ μῑκρά. μόνον γὰρ δύο οἰκήματα ἔχει αὕτη ἡ οἰκίᾱ. ἀνήρ τις πάρεστιν, ὀνομάτι Ξανθίᾱς. τίς ἐστιν Ξανθίᾱς; ἀπελεύθερός ἐστιν. τοῦτ’ ἐστιν, οὐδὲ πολῑ́της οὐδὲ δοῦλος, ἀλλὰ δοῦλος ἦν, νῦν δὲ οὔ.
ὁ οὖν ἀπελεύθερος οὗτός ἐστιν γεωργός. ἐν τῷ γὰρ χωρίῳ τοῦ Γρηγορίου οἰκεῖ καὶ τὸ χωρίον γεωργεῖ. τίς ἐστιν γεωργός; ὁ γεωργός ἄνθρωπός ἐστιν ὃς γεωργεῖ. καὶ δὴ καὶ τὸ «γεωργεῖν» ἐστιν ἐργάζεσθαι ἐν τοῖς ἀγροῖς. ὁ οὖν Ξανθίᾱς ἐργάζεται ἐν τοῖς ἀγροῖς.
νῦν δὲ, Ξανθίᾱς δοῦλον ἔχει. τί ἐστιν τὸ ὄνομα αὐτοῦ; Δικαιόπολις. ὁ Δικαιόπολις οὐ φιλεῖ ἐργάζεσθαι. διὰ τί οὐ φιλεῖ ἐργαζέσθαι ὁ Δικαιόπολις; ὅτι ἐστὶ δοῦλος. ὁ γὰρ δοῦλος ἄνθρωπός ἐστιν ὃς οὐκ ἐλεύθερός ἐστιν, ἀλλὰ κῡρίῳ δουλεύει. ὁ οὖν Δικαιόπολις οὐχ ἑαυτῷ, ἀλλὰ Ξανθίᾳ ἐργάζεται.
νῦν δὲ καιρός ἐστιν καθεύδειν. ὁ γὰρ ἥλιος καταδῡ́νει, καὶ σκότος γίγνεται. οἱ οὖν ἄνθρωποι εἰς τὴν οἰκίᾱν τὴν μῑκρᾱ́ν εἰσέρχονται, καὶ καθεύδουσιν.
Κεφάλαιον τὸ ἕβδομον
ἐπεὶ ὁ ἥλιος ἀνατέλλει, ἡ μήτηρ καὶ οἱ παῖδες ἐγείρονται. ἐκ τῶν οἰκημάτων ἐξέρχονται καὶ εἰς τὴν αὐλὴν εἰσέρχονται. τίνα ἐστί τὰ ὀνόματα αὐτῶν; ὄνομα μητρί ἐστι Εὐγενίᾱ. καὶ θυγατράσιν ἐστὶ ὀνόματα Σοφίᾱ καὶ Εἰρήνη. τοῦ δὲ υἱοῦ τὸ ὄνομά ἐστιν Δημήτριος. ποῦ ἐστιν ὁ υἱὸς ὁ ἄλλος; ἐν τοῖς ἀγροῖς μετὰ τοῦ πατρὸς αὐτοῦ.
νῦν δὲ ἡ Εὐγενίᾱ καθίζει ἐν τῇ αὐλῇ, λεγοῦσα τοῖς παιδίοις, «δότε μοι ὕδωρ». ὁ μὲν Δημήτριος ἀποτρέχει καὶ ὕδωρ λαμβάνει. ἔπειτα δὲ ἐπανέρχεται καὶ τὸ ὕδωρ δίδωσι τῇ μητρί.
ἐν ᾧ Δημήτριος ἀποτρέχει, ἡ μήτηρ πάλιν κελεύει, «ὦ θύγατερ, Σοφίᾱ, δός μοι ἄρτον». ἡ δὲ Σοφίᾱ ἀπέρχεται καὶ ἄρτον ζητεῖ. τὸν οὖν ἄρτον εὑρίσκει, λαμβάνει, καὶ πάλιν πρὸς τὴν μητέρα ἔρχεται. ἔπειτα δὲ τὸν ἄρτον δίδωσιν αὐτῇ.
τέλος δὲ ἡ μήτηρ ἐρωτᾷ τὴν θυγατέρα τὴν ἑτέρᾱν, λεγοῦσα, «δός μοι ἔλαιον.» ἡ δὲ θυγάτηρ αὕτη ἀποβαίνει. τὸ δὲ ἔλαιον εὑροῦσα, πρὸς τὴν μητέρα προσφέρει, καὶ αὐτῇ δίδωσιν.
ἡ δὲ μήτηρ τὸ ὕδωρ, τὸν ἄρτον, τὸ ἔλαιον λαμβάνει. ταῦτα παρασκευάζεται, καὶ σῖτον τοῖς παιδίοις δίδωσιν. ἐκεῖνοι δὲ τὸν σῖτον ἐσθίουσιν. τὸν μὲν ἄρτον μετὰ τοῦ ἐλαίου ἐσθίουσιν, τὸ δὲ ὕδωρ πῑ́νουσιν.
ἡμέρᾱς γενομένης, ὁ πατὴρ καὶ ὁ Ἀλέξιος, καὶ οἱ δοῦλοι αὐτῶν, ἐγείρονται, καὶ σῖτον ἐσθίουσιν. ὁ μὲν Ξανθίᾱς τὸν σῖτον τοῖς ἄλλοις δίδωσιν, οἱ δὲ λαμβάνουσιν καὶ ἐσθίουσιν. τί οὖν ἐσθίουσιν; ἄρτον, ἔλαιον, ὥσπερ οἱ ἐν τῷ ἄστει, ἀλλὰ καὶ ᾤα τε καὶ μῆλα.
οὐκ οὖν μένουσιν οἱ ἄνδρες ἐν τῇ οἰκίᾳ, ἀλλὰ εἰς τοὺς ἀγροὺς πορεύονται, ὅτι σήμερον ὁ δεσπότης βούλεται γιγνώσκειν περὶ τοῦ χωρίου. ἆρα καλόν ἐστιν, ἢ οὐ;
πάντες μὲν οὖν εἰς τοὺς ἀγροὺς βαδίζουσιν. οἱ μὲν δοῦλοι οὐ βούλονται πορεύεσθαι, ὁ δὲ δεσπότης κελεύει. καὶ δὴ καὶ οὐ βούλεται ὁ Δικαιόπολις. τί οὖν; ὁ δὲ Ξανθίᾱς λέγει αὐτῷ, «μὴ ἴσθι ᾱ̓ργός, ὦ δοῦλε, ἀλλὰ σπεῦδε.» σπεύδει οὖν καὶ ὁ δοῦλος.
ἐν δὲ τοῖς ἀγροῖς πολλὰ καὶ ἄλλα δένδρα ἐστίν, πολλὰ καὶ ζῷα. τίνα ἐστὶ τὰ ζῷα; οἷον ἵππος, ὄνος, βοῦς, ὗς, καὶ ἄλλα. τίνα ἐστὶ τὰ δένδρα; οἷον συκὴ, μηλέα, ἐλαία.
οἱ μὲν δοῦλοι ἐργάζονται ἐν τοῖς ἀγροῖς πᾶσαν τὴν ἡμέρᾱν, οἱ δὲ ἄλλοι βαδίζοντες τοὺς ἀγροὺς ὁρῶσιν. πολλάκις δὲ ὁ Ξανθίᾱς τῷ δούλῳ ἑαυτοῦ λέγει, «μὴ ᾱ̓ργὸς ἴσθι». ὁ οὖν Δικαιόπολις ἀεὶ ἀποκρῑ́νεται πρὸς αὐτόν, «μὴ ἴσθι χαλεπός, δέσποτα». ἀλλὰ τοῦτο οὐ μεγάλῃ φωνῇ λέγει, ὥστε ἐκεῖνον μὴ ἀκοῦσαι.
Γρηγόριος· πῶς πρᾱ́ττει τὸ χωρίον; Ξανθίᾱς· εὖ πρᾱ́ττει τὸ χωρίον. πολὺν γὰρ σῖτον πάρεχει. αἱ μὲν συκαὶ τὰ σῦκα, αἱ δὲ μηλέαι, μῆλα, αἱ δὲ ἐλαίαι, τᾱ̀ς ἐλαίας. τὰ μὲν οὖν ζῷα καλῶς ἔχει. πολλοὶ μὲν ἵπποι εἰσίν, ὀλίγοι δὲ ὄνοι, ἀλλὰ καλοί. καὶ δὴ σὺ πολλᾱ̀ς ὗς ἔχεις, καὶ πολλᾱ̀ς βοῦς. Γρηγόριος· ᾱ̓ργὸς οὖν οὐκ εἶ, ὦ Ξανθίᾱ. χάριν σοι οἶδα. εἰ τὸ χωρίον πολὺ δίδωσι, καὶ ἐγὼ δίδωμι πολύ σοι. Ξανθίᾱς· σοὶ δὲ εὐχαριστῶ, κῡ́ριέ μου. ἀλλὰ νῦν γε πορευώμεθα εἰς τὴν οἰκίᾱν καὶ ἡσυχαζῶμεν. ὁ γὰρ ἥλιος φλέγει. Γρηγόριος· εὖ λέγεις, εἰσελθώμεν.
Γρηγόριος, Ἀλέξιος, Ξανθίᾱς ἐπανέρχονται εἰς τὸν οἶκον. ἐνθάδε οὖν ὀλίγον ἐσθίουσιν καὶ ἡσυχάζουσιν. τί δὲ ποιοῦσιν οἱ δοῦλοι; ἔτι ἐν τοῖς ἀγροῖς ἐργάζονται, ἡλίου φλέγοντος.
μεσημβρίᾱς, ὁ Μακάριος εἰς τὴν πόλιν ἀφικνεῖται. ὁ ἥλιος ἐν τῷ οὐρανῷ ἐστιν, καὶ φλέγει. ὁ οὖν ἀνὴρ κάμνει. πολλᾱ̀ς γὰρ ὥρᾱς βαδίζει πρὸς τὸ ἄστυ. ἐθέλει οὖν σῖτον ἔχειν. ποῦ ἐστι σῖτος ἐν τῇ πόλει; ἐν τῇ ἀγορᾷ ἐστιν σῖτος. ὁ οὖν Μακάριος πρὸς τὴν ἀγορᾱ̀ν βραδέως βαίνει. οὐ δυνατόν ἐστι σπεύδειν ὅτι ὁ ἥλιος φλέγει μεσημβρίᾱς.
πολλοὶ δὲ ἄνθρωποί εἰσιν ἐν τῇ ἀγορᾷ. ἄλλοι μὲν ἀγοράζουσιν, ἄλλοι δὲ πωλοῦσιν. ὁ δὲ Μακάριος σῖτον βούλεται. σῖτον ἀγοράζειν βούλεται. πρῶτον μὲν σῖτον ζήτει. ἐρωτᾷ «ποῦ ἐστιν ἄρτος;» αὐτῷ δὲ κάπηλός τις ἀποκρῑ́νεται, «ἐκεῖ.» ἔπειτα δὲ ὁ Μακάριος βαδίζει πρὸς τὸν ἄρτον καὶ ἐρωτᾷ «πόσου ἀργυρίου ἄρτον ἀγοράζειν δύναμαι;» ὁ ἐκεῖ κάπηλος ἀποκρῑ́νεται λέγων, «δυοῖν νομισμάτων».
ὁ οὖν Μακάριος δύο νομίσματα ἐκ τοῦ σάκκου λαμβάνει, καὶ αὐτὰ τῷ καπήλῳ δίδωσιν. ὁ δὲ τὰ νομίσματα λαμβάνει καὶ τὸν ἄρτον δίδωσιν τῷ Μακαρίῳ.
τοῦτ’ ἐστιν τὸ ἀγοράζειν καὶ τὸ πωλεῖν. ἀγοράζει γὰρ ὁ Μακάριος τὸν ἄρτον, ὃν ὁ κάπηλος πωλεῖ. ἄνθρωπος, ὅς ἀγοράζει, ἀργύριον δίδωσιν καὶ ὅ τι λαμβάνει. ὃς δὲ ἀργύριον λαμβάνει καὶ ἄλλο τι δίδωσιν, πωλεῖ.
ὁ δὲ Μακάριος τὸν ἄρτον λάβων ἐκ τῆς ἀγορᾶς ἐκβαίνει. δύο οὖν ἄλλοι ἄνθρωποι βλέπουσιν πρὸς αὐτόν. ἆρά εἰσιν φίλοι; οὐχί. οὗτοι γὰρ οἱ ἄνθρωποι οὐκ εἴσιν φίλοι, ἀλλὰ ἐχθροί. μετὰ οὖν τὸν Μακάριον βαδίζουσιν. οὐκ ἐν τῇ ἀγορᾷ, ὅπου πάντες ὁρᾶν δύνανται, ἀλλὰ ἐν ὁδῷ ἑστήκασιν. βοῶσιν οὖν, λέγοντες, «στῆθι, ὦ μοναχέ.» ὁ δὲ Μακάριος ἑστηκὼς τρέπεται. νῦν δὲ ὁ Μακάριος αὐτοὺς ὁρᾷ, οἱ δὲ αὐτὸν ὁρῶσιν. οἱ μὲν γελῶσιν, ὁ δὲ οὐ γελᾷ. ἔπειτα δὲ οὗτοι οἱ ἄνθρωποι, κακοὶ ὄντες, αὐτὸν τύπτουσιν, καὶ ἀργύριον αὐτοῦ καὶ ἄρτον λαμβάνουσιν.
Κεφάλαιον τὸ ὄγδοον
τῇ δὲ ὑστεραίᾳ ἡμέρᾳ, ὁ Γρηγόριος καὶ ὁ Ἀλέξιος ἐν τῇ πόλει εἰσίν. οὐκέτι οὖν εἰσι πρὸς τῷ χωρίῳ, ἀλλὰ πρὸς τῇ οἰκίᾳ. ὁ γὰρ πατὴρ ἐν νῷ ἔχει εἰς τὴν ἀγορᾱ̀ν ἔρχεσθαι. ἡ δὲ καὶ μήτηρ ἐθέλει πορεύεσθαι εἰς τὴν ἀγορᾱ̀ν.
ἰδού, πολλοί εἰσιν οἱ κάπηλοι ἐν τῇ ἀγορᾷ. ὁ κάπηλός ἐστιν ἄνθρωπος ὃς καπηλεῖον ἔχει, καὶ ἐν τῷ καπηλείῳ αὐτοῦ πωλεῖ. Φίλιππος ἔχει καπηλεῖον, κάπηλoς οὖν ἐστιν. καὶ ὁ Φίλιππος πωλεῖ πόλλα. τί γένος χρημάτων πωλεῖ ὁ Φίλιππος; βρῶμα πωλεῖ· κρέας, ἄρτος, γάλα, κάρπος, ἰχθῡ́ς. ἄλλοι οὖν κάπηλοι ἄλλα πωλῶσιν, οἱ μὲν βιβλία, οἱ δὲ κοσμήματα, οἱ δὲ ζῷα, οἱ δὲ ἄλλα.
κρέας, ἄρτος, κάρπος, ἰχθύς, εἰσιν βρώματα. τὸ μὲν κρέας ἐκ τῶν ζῴων γίγνεται. ὁ δὲ ἄρτος γίγνεται ἐκ τοῦ πυροῦ (ἢ σῑ́του). ὁ δὲ κάρπος ἐκ τῶν δένδρων. ὁ δὲ ἰχθῡ́ς ἐκ τῶν ἐν τῇ θαλάσσῃ ζῴων γίγνεται.
πολλοὶ μὲν οὖν ἄνθρωποι εἰσὶν ἐν τῇ ἀγορᾷ σήμερον, οἳ βαδίζουσιν καὶ ὁρῶσιν πάντα τὰ καπηλεῖα. οἱ μὲν πρὸ τοῦ καπηλείῳ τοῦ Φιλίππου ἑστήκασιν καὶ βλέπουσιν πρὸς τὰ χρήματα, ἃ πωλεῖ. οἱ μὲν οὖν ἀργύριον ἔχοντες ἄλλο τι ἀγοράζουσιν καὶ ἀπέρχονται. οἱ δὲ οὐδὲν ἀργυρίου ἔχοντες, μόνον βλέπουσιν, καὶ ἀποχωροῦσιν ἄνεω βρωμάτος. οἱ δὲ βλέπουσιν πρὸς τὰ ὤνια αὐτου, ἀλλὰ οὐδὲν ὃ ἀγοράζειν βούλονται εἰδόντες, οὐκ ἑστήκασιν. τῶν γὰρ ἀνθρώπων τῶν ἐν τῇ ἀγορᾷ, οἱ μὲν ἐλεύθεροί εἰσιν, οἱ δὲ δοῦλοι. οἱ οὖν δοῦλοι ὀλίγον ἀργυρίου ἔχουσιν, εἰ μὴ ἀργύριον τῶν δεσπότων.
καὶ ἐγένετο ὅτε ὁ Γρηγόριος καὶ ἡ Εὐγενίᾱ εἰς τὴν ἀγορὰν εἰσέρχονται, ὁ Φίλιππος λέγει κράζων «βρῶμα, βρῶμα, τὸ κάλλιστον βρῶμα ἐν τῇ Ἀντιοχείᾳ»
ὁ μὲν Γρηγόριος ἀκούει αὐτοῦ, ἡ δὲ Εὐγενίᾱ οὐκ ἀκούει. πρὸς γὰρ καπηλεῖον ἄλλον ὁρᾷ αὑτή. ὁ δὲ Γρηγόριος τῆς χειρὸς αὐτῆς λαμβάνεται, λέγων, «ἐκεῖσε». τοῦ δὲ ἀνδρὸς ἀκούσᾱσα λέγει ἡ Εὐγενίᾱ «καλῶς, ἀλλὰ ποῖ πορεύομεθα;» ἀποκρίθεις οὖν λέγει ὁ Γρηγόριος «ἐκεῖσε, πρὸς τοῦτο τὸ καπηλεῖον».
οἱ μὲν τῷ καπηλείῳ τοῦ Φιλίππου προσχωροῦσιν, καὶ πρὸ αὐτοῦ ἑστήκασιν. ὁ δὲ κάπηλος ὁ Φίλιππος πρὸς αὐτοὺς τρέπεται λέγων, «χαίρετε, ὦ φίλοι μου, τί ἐθέλετε σήμερον; κρέας, ἰχθύν, ἄρτον, ἄλλον τι;»
οὗτοι οὖν τὰ βρώματα σκοποῦσιν. τὰ βρώματα ἐν τῷ καπηλείῳ τοῦ Φιλίππου ἐστίν ἀγαθά τε καὶ πόλλα. μάλιστα δὲ οἱ ἰχθύες αὐτοῖς ἀρέσκουσιν. ἔστι ἐκεῖ ἰχθῡ̀ς μέγας καὶ ἰχθῡ̀ς μῑκρός. ὁ μὲν ἰχθῡ̀ς ὁ μέγας ἀρέσκει τῷ Γρηγορίῳ, ὁ δὲ μῑκρὸς τῇ Εὐγενίᾳ ἀρέσκει.
ὁ οὖν Φίλιππος ἐρωτᾷ, «βούλεσθε ἰχθῡ́ν;» ὁ δὲ Γρηγόριος ἀποκρῑ́νεται «ναί, ὦ τᾶν, βουλόμεθα. ὡς καλὸς ὁ ἰχθῡ̀ς οὗτος.» ὑπολαμβάνει δὲ ἡ Εὐγενίᾱ, «ἀλλὰ ἐκεῖνος ὁ ἰχθῡ̀ς οὐκ ἔστιν οὕτως ἀγαθὸς ὡς οὗτος.»
αὑτὴ οὖν δείκνυσι τὸν μῑκρὸν ἰχθῡ̀ν τῷ Γρηγορίῳ. «ἆρα μὴ οὗτός σοι ἀρέσκει;» ὁ δὲ «οὐδαμῶς, ὅτι λίαν μῑκρός ἐστιν. ἀλλὰ μᾶλλον ἀρέσκει μοι οὗτος ὁ μέγας ἰχθῡ́ς, ὅτι ἱκανῶς μέγας καὶ ἀγαθός δοκεῖ.» ταῦτα εἰπῶν, τὸν ἰχθῡ̀ν ἔχει πρὸ τῆς Εὐγενίᾱς. δείκνυσι οὖν τοῦτον τὸν ἰχθῡ̀ν τῷ Φιλίππῳ λέγων, «πόσου ἐστίν οὗτος;»
«οὑτοσί; πέντε νομισμάτων.»
ὁ οὖν Γρηγόριος λέγει, «τί, οὕτω μεγάλη ἐστί ἡ τῑμή;» ὁ δὲ Φίλιππος ἀποκρῑ́νεται, «ναί. οὕτως ἐστιν.» ἡ οὖν Εὐγενίᾱ ἐρωτᾷ, «τί ἐστιν ἡ τῑμή ἐκείνου τοῦ ἰχθύος». ὁ δὲ Φίλιππος ἀποκρῑνόμενος αὐτῇ λέγει, «ἐκείνου, ἡ τῑμή οὐκ ἔστι οὕτω μεγάλη ὥς τούτου, ὅτι ἐκεῖνος ὁ ἰχθῡ̀ς οὐκ ἔστιν οὕτω μέγας ὥς οὗτος. ἡ τῑμὴ αὐτοῦ ἐστι μόνον τεσσάρων νομισμάτων»
ὁ Γρηγόριος οὐκ ἐθέλει ἀγοράζειν τὸν ἰχθῡ̀ν ὃν βούλεται ἡ Εὐγενίᾱ, οὐδὲ ἡ Εὐγενίᾱ βούλεται ὃν ἐθέλει ὁ ἀνὴρ αὐτῆς. διαλέγονται οὖν ὀλίγον χρόνον οὗτοι, Γρηγόριος καὶ Εὐγενίᾱ. εἶτα ὁ δεσπότης πρὸς τὸν κάπηλον τρέπεται, «καλῶς, φίλε μου, ἑκάτερον ἀγοράζειν βουλόμεθα, καὶ τοῦτον καὶ ἐκεῖνον.» ἐννέα οὖν νομίσματα ἐκ τοῦ σάκκου λάβων τῷ καπήλῳ δίδωσιν λέγων «δέχου τὸ ἀργύριόν σου.» ὁ δὲ Φίλιππος τὸ μὲν ἀργύριον δέχεται, τοὺς δὲ ἰχθύας ἀποδίδωσιν.
Κεφάλαιον τὸ ἔνατον
τῇ δὲ ὑστεραίᾳ ἐγείρονται ὁ Ξανθίᾱς καὶ ὁ Δικαιόπολις, ἐν τοῖς ἀγροῖς πρωΐ. ὅτε ὁ ἥλιος ἀνάτελλει, οὗτοι ἐγείρονται, ὁ μὲν σπεύδει ἐργάζεσθαι, ὁ δὲ, ᾱ̓ργὸς ὤν, οὐ σπεύδει. ἑκάτερος οὖν ἐγείρεται καὶ σῖτον, οὐ πολὺν, ἐσθίει. τὸν οὖν ἄρτον καὶ ἔλαιον φάγοντες, εἰς τοὺς ἀγροὺς εἰσβαίνουσιν. ὁ μὲν Δικαιόπολις, δοῦλος ὤν, τὸ ἄροτρον φέρει, καὶ προσάπτει αὐτὸ τοῖς βουσίν. ὁ μὲν οὖν Ξανθίᾱς ὄπισθεν ἐλαύνει τοὺς βοῦς, ὁ δὲ δοῦλος τὸ σπέρμα σπείρει ἐν τοῖς ἀγροῖς. οὗτοι οἱ δύο οὐ μόνον ἀγρὸν ἀροτρεύουσιν, ἀλλὰ καὶ πρόβατα σκοποῦσιν. τὰ οὖν πρόβατα πλανᾶται ἐν τοῖς ὄρεσιν.
ὁ οὖν Ξανθίᾱς οὐ μόνον γεωργός, ἀλλὰ καὶ ποιμήν ἐστιν. τίς ἐστιν ποιμήν; ποιμήν ἐστιν ὃς πρόβατα ἔχει. τὰ γὰρ πρόβατα ἔχει ὁ Ξανθίᾱς ἐν τοῖς τε ἀγροῖς καὶ ὄρεσιν. αὐτὰ οὖν σκοπῶν φυλάσσει. πῶς φυλάσσει αὐτά; κύνας ἔχει, καὶ μάχαιραν. τί ἐστιν κύων;
κύων ἐστιν ζῷον, καὶ φίλος τοῖς ἀνθρώποις. τῷ οὖν Ξανθίᾳ εἰσὶ τρεῖς κύνες, Στύραξ, Ὁρμή, καὶ Τεύχων. ὁ μὲν Τεύχων ἐστὶν κύων μῑκρός. ὁ δὲ Ὁρμὴ μέγας ἐστίν. τίς μείζων ἐστιν; ὁ δὲ Ὁρμή μείζων ἐστιν ἢ Τεύχων. ὁ δὲ Στύραξ καὶ κύων μέγας ἐστιν. τίς ἐστιν ὁ μείζων κύων, πότερον Στρύαξ ἢ Ὁρμή ὁ δὲ Στύραξ ἐστιν μείζων τοῦ Τεύχονος καὶ τοῦ Ὁρμῆς, ὁ γὰρ Στύραξ μέγιστος κύων ἐστίν.
ἀνθρώπων γεωργούντων, οἱ κύνες παίζουσιν. εὐθὺς, εἷς τῶν κυνῶν ὑλακτεῖ, «βαὺ βαύ.» οἱ μὲν οὖν ἕτεροι ὑλακτοῦσιν, οἱ δὲ ἄνθρωποι παύονται ἐργαζόμενοι. τί ἐστιν; μακρόθεν πρόβατον ἀκούεται.
ὄπισθεν τοῦ ἀγροῦ ἐστίν ὄρη. μεταξὺ τῶν ὀρῶν ἄγκη ἐστίν. πρὸ τῶν ὀρῶν ἐστί πεδίον, ἐν ᾧ πρόβατα πορεύεται. πολλὰ πρόβατα ἐν τῷ πεδίῳ πλανᾶται, πολλὰ δὲ ἐν τοῖς ὄρεσιν βαίνουσιν. καὶ δὴ καὶ ποιμένες μετὰ τῶν προβάτων πλανῶνται ἐν τοῖς ὄρεσιν. σήμερον, ὑπὲρ τὸ πεδίον ὁ ἥλιος φαίνει ἐν τῷ οὐρανῷ, οὐδὲ νέφος πάρεστιν.
μακρόθεν πρόβατον καλεῖ, τοῦτ’ ἐστι βλεχᾶται, «βῆ βῆ.» διὰ τί τοῦτο τὸ πρόβατον βλεχᾶται; ὅτι μακρόθεν ἀπὸ τῶν προβάτων τῶν ἄλλων ἐστίν. καὶ δὴ καὶ λύκοι πάρεισιν ἐν τοῖς ὄρεσιν καὶ ἐν τῇ ὕλῃ.
ἆρα τὸ πρόβατον ἀκούεται; ναί, ἀκούεται. τίνες ἀκούουσιν τοῦ προβάτου; οἱ κύνες αὐτοῦ ἀκούουσιν. τὸ πρόβατον ὑπὸ τῶν κυνῶν ἀκούεται. εἶτα ὑλακτοῦσιν οἱ κύνες. ἀκούονται οὖν οἱ κύνες ὑλακτοῦντες; ναί. τίνες δὲ ἀκούουσιν τῶν κυνῶν; οἱ κύνες ἀκούονται ὑπὸ τῶν ἀνδρῶν.
κυνῶν ὑλακτούντων, ὁ Ξανθίᾱς διαλέγεται μετὰ τοῦ Δικαιοπόλιδος, «τί ποιῶμεν;» ὁ μὲν Δικαιόπολις φοβεῖται λύκους, καὶ οὐ βούλεται εἰς τὰ ὄρη εἰσβαίνειν. ὁ δὲ Ξανθίᾱς ἀνδρειότερος ἐστιν ἢ ὁ δοῦλος, οὐδὲ αὐτὸς φοβεῖται, ἀλλὰ ὁρμᾶσθαι ἐθέλει.
ὁ οὖν ἐλεύθερος ὁ Ξανθίᾱς κελεύει τὸν δοῦλον αὐτοῦ μένειν ἐν τῷ πεδίῳ σὺν τοῖς ἄλλοις προβάσιν. ὁ δὲ αὐτὸς ὁρμᾶται μετὰ τῶν κυνῶν αὐτοῦ, ἀνδρεῖος ὦν, εἰς τὰ ὄρη. τί βούλεται; βούλεται τὸ πρόβατον εὑρεῖν. εἰς οὖν τὰ ὄρη βαίνει ἵνα εὑρῇ τὸ πρόβατον.
καὶ ἐγένετο ὅτε ὁ δοῦλος μένει ἐν τοῖς ἀγροῖς μετὰ τῶν προβάτων, ὁ ποιμὴν καὶ γεωργὸς, ὁ Ξανθίας, εἰς τὰ ὄρη εἰσβαίνει ἅμα τοῖς κυσίν. οἱ κύνες πρὸ τοῦ Ξανθίου τρέχουσιν, ἀλλὰ οὐ μάκραν. ὁ μὲν ὄπισθεν αὐτῶν βαδίζει, οἱ δὲ πρὸσθεν αὐτοῦ τρέχουσιν. ὁ μὲν αὐτοῖς ἕπεται, οἱ δὲ ἡγοῦνται.
Κεφάλαιον τὸ δέκατον
τί ἐστιν ζῷον; ζῷον ἐστίν οἵον ἵππος, ὄνος, ὕς, πρόβατον, καὶ ἄλλα. ἆρά ἐστιν ζῷον ὁ ἄνθρωπος; ναί, ζῷον ἐστίν ὁ ἄνθρωπος. τὰ μὲν ζῷα θηρία ἐστίν, τὰ δὲ ἥμερα.
τὰ θηρία ἐστιν οἵον λύκος, λέων, κροκόδιλος, καὶ ἄλλα, ἃ ἐν τοῖς ὄρεσίν τε καὶ ταῖς ὕλαις οἱκεῖ, ἢ ἐν τόποις μακρᾱ̀ν ἀπὸ τῶν πόλεων τῶν ἀνθρώπων.
τὰ δὲ ἥμερά ἐστι ζῴα οἵον ὄνοι, πρόβατα, καὶ βόες, ἃ μετὰ τῶν ἀνθρώπων οἰκεῖ, καὶ δὴ ἐν τοῖς ἀγροῖς ἐργάζονται ἢ σῖτον ἀπὸ ἀνθρώπων δέχεται.
ἆρά ἐστιν ζῷα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ θαλάσσῇ; μάλιστά γε. οἱ οὖν ὄρνιθες ἐν τῷ οὐρανῷ, τοῦτ’ ἐστιν τῷ ἀέρι, οἰκοῦσιν καὶ πέτονται. οἱ ὄρνιθες διὰ τὸν ἀέρα πέτονται (τὸ πέτεσθαι σημαίνει πορεύεσθαι ἐν τῷ ἀέρι, ὑπὲρ τὴν γῆν). πῶς πέτονται οἱ ὄρνιθες; τοῖς πτεροῖς αὐτῶν πέτονται. πτερὰ μὲν δύο ἔχουσιν οἱ ὄρνιθες, πόδας δὲ δύο οἱ ἄνθρωποι. ἔχουσιν πόδας οἱ ὄρνιθες; ναί, οὐ μόνον πτερά, ἀλλὰ καὶ πόδας ἔχουσιν. οἱ δὲ ἄνθρωποι δύο πόδας, καὶ δύο βραχίονας ἔχουσιν. ἐν δὲ θαλάσσῃ οἰκοῦσιν ἰχθύες. οἱ ἰχθύες οὐδὲ πόδας οὐδὲ πτερὰ οὐδὲ βραχίονας ἔχουσιν, ἀλλὰ οὐρὰν ἔχουσιν. ἕκαστος ἰχθῡ̀ς ἔχει μίαν οὐράν. καὶ ἐγένετο ὅτε ὁ ἰχθῡ̀ς κολυμβᾷ, κινεῖ τὴν οὐράν αὐτοῦ. ὅτε ὁ ὄρνις πέτεται, κινεῖ ἐκεῖνος τὰ πτερὰ αὐτοῦ. ὁ δὲ ἄνθωρπος, ὡς ἄλλα ζῷα ἐπὶ τῆς γῆς, τὰς πόδας αὐτοῦ κινεῖ ὅτε βαδίζει. καὶ δὴ καὶ ἴχνη ἐν τῇ γῇ λείπει. ὃς ἐπὶ τῆς γῆς βαδίζει, ποιεῖ ἴχνη ἐν τῇ γῇ.
ὁ Ξανθίᾱς καὶ οἱ κύνες αὐτοῦ τρέχουσιν εἰς τὰ ὄρη. ἵνα τί; ἵνα τὸ πρόβατον εὑρίσκωσιν. τὸ δὲ πρόβατον ἔνθα καὶ ἔνθα πλανᾶται, οἱ δὲ ζητοῦσιν αὐτό. ζῷον γὰρ ἄλλο ἀκούεται τοῖς ὄρεσι, τοῦτ’ ἐστιν λύκος. ὁ λύκος ἐστὶ ζῷον ὃ ἄλλα ζῷα ἐσθίει. καὶ δὴ καὶ οὗτος ὁ λύκος ἐν τοῖς ὄρεσι καὶ πλανᾶται καὶ ζῷα ζητεῖ. μὴ τὸ πρόβατον ἀκούεται; ναὶ, ἀλλὰ οὐ μόνον ὑπὸ τῶν κύνων ἀκούεται τὸ πρόβατον, ἀλλὰ καὶ ὑπὸ τοῦ λύκου. ὅ τε λύκος καὶ οἱ κύνες ἀκούουσιν τοῦ προβάτου. ὁ οὖν λύκος ζητεῖ αὐτό, οὕτως καὶ ὁ Ξανθίᾱς.
εὐθὺς ὁ λύκος ὠρύεται, «οὒ οὒ ὤ». νῦν δὲ ὁ λύκος ὑπὸ τοῦ προβάτου ἀκούεται. τὸ γὰρ πρόβατον ἀκούει τοῦ λύκου. ὁ δὲ Ξανθίᾱς τοῦ λύκου ὠρυομένου ἀκούει. ἆρα οὖν οἱ κύνες ἀκούουσιν; ναὶ, καὶ ταχέως τρέχουσιν. ὁ γὰρ λύκος τοῦ προβάτου ὀσφραίνεται. καὶ τὸ πρόβατον ὀσφραινόμενον τοῦ λύκου πάλιν βληχᾶται. ὁ δὲ ἄνθρωπος οὐκ αὐτῶν ὀσφραίνεται, ἀλλὰ μόνον ἀκούει. οἱ δὲ κύνες αὐτοῦ ὀσφραίνονταί τε καὶ ἀκούουσιν. οἱ γὰρ κύνες καλῶς δύνανται ὀσφραίνεσθαι, οὐδὲ ὁ ἄνθρωπος.
ἅμα οὖν ὁ Ξανθίᾱς, οἱ κύνες, καὶ ὁ λύκος ἀφικνοῦνται εἰς τὸν τόπον ἐν ᾧ ἐστιν τὸ πρόβατον. πάντες οὖν ἅμα πάρεισιν. τοῦτο οὖν τὸ πρόβατον μάλα φοβεῖται. οἱ δὲ κύνες ἑστήκασι περὶ τὸν λύκον, ὑλακτοῦντες. ὁ δὲ λύκος τοὺς ὀδόντας δείκνυσιν αὐτοῖς. ὁ δὲ Ξανθίᾱς τὴν μάχαιραν ἐν τῇ χείρι ἔχει. οὐδεὶς κινεῖται. εὐθὺς ὁ λύκος ἐπιβάλλει τῷ προβάτῳ. τὸ δὲ φύγειν οὐ δύναται, ἀλλὰ ὁ Τεύχων, μῑκρότατος κύων, πρὸ τοῦ προβάτου, ἀντὶ τοῦ λύκου, ἕστηκε ὑλακτῶν. τὸτε ὁ λύκος δάκνει τὸν Τεύχονα. ὁ οὖν Τεύχων μάχεσθαι πειρᾷται, ἀλλὰ οὐ δύναται. ἀπέθανον ὁ κύων. ἐν ᾧ Τεύχων μετὰ τοῦ λύκου μάχεται, ὁ Στύραξ καὶ ὁ Ὁρμὴ τὸν λύκον ἐπιβάλλουσιν. καὶ δὴ καὶ αὐτὸς ὁ Ξανθίᾱς ὅρμαται ἐπὶ τὸν λύκον. τῇ μαχαίρᾳ τύπτει αὐτὸν, οἱ δὲ κύνες δακνοῦσιν, ἄχρι οὗ ὁ λύκος αὐτὸς ἀπέθανον.
Κεφάλαιον τὸ δέκατον
τί ἐστιν ζῷον; ζῷον ἐστίν οἵον ἵππος, ὄνος, ὕς, πρόβατον, καὶ ἄλλα. ἆρά ἐστιν ζῷον ὁ ἄνθρωπος; ναί, ζῷον ἐστίν ὁ ἄνθρωπος. τὰ μὲν ζῷα θηρία ἐστίν, τὰ δὲ ἥμερα.
τὰ θηρία ἐστιν οἵον λύκος, λέων, κροκόδιλος, καὶ ἄλλα, ἃ ἐν τοῖς ὄρεσίν τε καὶ ταῖς ὕλαις οἱκεῖ, ἢ ἐν τόποις μακρᾱ̀ν ἀπὸ τῶν πόλεων τῶν ἀνθρώπων.
τὰ δὲ ἥμερά ἐστι ζῴα οἵον ὄνοι, πρόβατα, καὶ βόες, ἃ μετὰ τῶν ἀνθρώπων οἰκεῖ, καὶ δὴ ἐν τοῖς ἀγροῖς ἐργάζονται ἢ σῖτον ἀπὸ ἀνθρώπων δέχεται.
ἆρά ἐστιν ζῷα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ θαλάσσῇ; μάλιστά γε. οἱ οὖν ὄρνιθες ἐν τῷ οὐρανῷ, τοῦτ’ ἐστιν τῷ ἀέρι, οἰκοῦσιν καὶ πέτονται. οἱ ὄρνιθες διὰ τὸν ἀέρα πέτονται (τὸ πέτεσθαι σημαίνει πορεύεσθαι ἐν τῷ ἀέρι, ὑπὲρ τὴν γῆν). πῶς πέτονται οἱ ὄρνιθες; τοῖς πτεροῖς αὐτῶν πέτονται. πτερὰ μὲν δύο ἔχουσιν οἱ ὄρνιθες, πόδας δὲ δύο οἱ ἄνθρωποι. ἔχουσιν πόδας οἱ ὄρνιθες; ναί, οὐ μόνον πτερά, ἀλλὰ καὶ πόδας ἔχουσιν. οἱ δὲ ἄνθρωποι δύο πόδας, καὶ δύο βραχίονας ἔχουσιν. ἐν δὲ θαλάσσῃ οἰκοῦσιν ἰχθύες. οἱ ἰχθύες οὐδὲ πόδας οὐδὲ πτερὰ οὐδὲ βραχίονας ἔχουσιν, ἀλλὰ οὐρὰν ἔχουσιν. ἕκαστος ἰχθῡ̀ς ἔχει μίαν οὐράν. καὶ ἐγένετο ὅτε ὁ ἰχθῡ̀ς κολυμβᾷ, κινεῖ τὴν οὐράν αὐτοῦ. ὅτε ὁ ὄρνις πέτεται, κινεῖ ἐκεῖνος τὰ πτερὰ αὐτοῦ. ὁ δὲ ἄνθωρπος, ὡς ἄλλα ζῷα ἐπὶ τῆς γῆς, τὰς πόδας αὐτοῦ κινεῖ ὅτε βαδίζει. καὶ δὴ καὶ ἴχνη ἐν τῇ γῇ λείπει. ὃς ἐπὶ τῆς γῆς βαδίζει, ποιεῖ ἴχνη ἐν τῇ γῇ.
ὁ Ξανθίᾱς καὶ οἱ κύνες αὐτοῦ τρέχουσιν εἰς τὰ ὄρη. ἵνα τί; ἵνα τὸ πρόβατον εὑρίσκωσιν. τὸ δὲ πρόβατον ἔνθα καὶ ἔνθα πλανᾶται, οἱ δὲ ζητοῦσιν αὐτό. ζῷον γὰρ ἄλλο ἀκούεται τοῖς ὄρεσι, τοῦτ’ ἐστιν λύκος. ὁ λύκος ἐστὶ ζῷον ὃ ἄλλα ζῷα ἐσθίει. καὶ δὴ καὶ οὗτος ὁ λύκος ἐν τοῖς ὄρεσι καὶ πλανᾶται καὶ ζῷα ζητεῖ. μὴ τὸ πρόβατον ἀκούεται; ναὶ, ἀλλὰ οὐ μόνον ὑπὸ τῶν κύνων ἀκούεται τὸ πρόβατον, ἀλλὰ καὶ ὑπὸ τοῦ λύκου. ὅ τε λύκος καὶ οἱ κύνες ἀκούουσιν τοῦ προβάτου. ὁ οὖν λύκος ζητεῖ αὐτό, οὕτως καὶ ὁ Ξανθίᾱς.
εὐθὺς ὁ λύκος ὠρύεται, «οὒ οὒ ὤ». νῦν δὲ ὁ λύκος ὑπὸ τοῦ προβάτου ἀκούεται. τὸ γὰρ πρόβατον ἀκούει τοῦ λύκου. ὁ δὲ Ξανθίᾱς τοῦ λύκου ὠρυομένου ἀκούει. ἆρα οὖν οἱ κύνες ἀκούουσιν; ναὶ, καὶ ταχέως τρέχουσιν. ὁ γὰρ λύκος τοῦ προβάτου ὀσφραίνεται. καὶ τὸ πρόβατον ὀσφραινόμενον τοῦ λύκου πάλιν βληχᾶται. ὁ δὲ ἄνθρωπος οὐκ αὐτῶν ὀσφραίνεται, ἀλλὰ μόνον ἀκούει. οἱ δὲ κύνες αὐτοῦ ὀσφραίνονταί τε καὶ ἀκούουσιν. οἱ γὰρ κύνες καλῶς δύνανται ὀσφραίνεσθαι, οὐδὲ ὁ ἄνθρωπος.
ἅμα οὖν ὁ Ξανθίᾱς, οἱ κύνες, καὶ ὁ λύκος ἀφικνοῦνται εἰς τὸν τόπον ἐν ᾧ ἐστιν τὸ πρόβατον. πάντες οὖν ἅμα πάρεισιν. τοῦτο οὖν τὸ πρόβατον μάλα φοβεῖται. οἱ δὲ κύνες ἑστήκασι περὶ τὸν λύκον, ὑλακτοῦντες. ὁ δὲ λύκος τοὺς ὀδόντας δείκνυσιν αὐτοῖς. ὁ δὲ Ξανθίᾱς τὴν μάχαιραν ἐν τῇ χείρι ἔχει. οὐδεὶς κινεῖται. εὐθὺς ὁ λύκος ἐπιβάλλει τῷ προβάτῳ. τὸ δὲ φύγειν οὐ δύναται, ἀλλὰ ὁ Τεύχων, μῑκρότατος κύων, πρὸ τοῦ προβάτου, ἀντὶ τοῦ λύκου, ἕστηκε ὑλακτῶν. τὸτε ὁ λύκος δάκνει τὸν Τεύχονα. ὁ οὖν Τεύχων μάχεσθαι πειρᾷται, ἀλλὰ οὐ δύναται. ἀπέθανον ὁ κύων. ἐν ᾧ Τεύχων μετὰ τοῦ λύκου μάχεται, ὁ Στύραξ καὶ ὁ Ὁρμὴ τὸν λύκον ἐπιβάλλουσιν. καὶ δὴ καὶ αὐτὸς ὁ Ξανθίᾱς ὅρμαται ἐπὶ τὸν λύκον. τῇ μαχαίρᾳ τύπτει αὐτὸν, οἱ δὲ κύνες δακνοῦσιν, ἄχρι οὗ ὁ λύκος αὐτὸς ἀπέθανον.
κεφάλαιον τὸ ἑνδέκατον
τῇ ὑστεραῖᾳ ὁ Ἀλέξιος ἐγείρεται. ὕδωρ λαμβάνει. τὰς οὖν χεῖρας καὶ τὸ πρόσωπον λούει. οὐ λούεται (πᾶν τὸ σῶμα λούει), ὅτι πρωΐ ἐστιν. ἔπειτα τὴν ἐσθῆτα περιβάλλεται. ἐκ οὖν τοῦ οἰκημάτος ἐξέρχεται καὶ τὸν πατέρα ἀσπάζεται λέγων, «χαῖρε, ὦ πάτερ». πρὸς δὲ αὐτὸν ἀποκρίνεται ὁ κύριος λέγων «χαῖρε καὶ σύ, ὦ υἱέ. προσβαίνεις πρὸς τὸ διδασκαλεῖον σήμερον, οὐ γάρ;» τῷ πατρὶ οὕτως λέγοντι, ὁ υἱὸς λέγει ἀποκρινόμενος «ναί, πρὸς τὸ διδασκαλεῖον. τίς δοῦλος σὺν ἐμοὶ βήσεται;» ὁ δὲ Γρηγόριος ἀποκρίνεται «ὁ Ἡρακλείδης βήσεται μετὰ σοῦ πρὸς τὸ διδασκαλεῖον. οὗτος γάρ πιστός ἐστι καὶ ἀγαθός.»
ὁ οὖν Ἀλέξιος καὶ ὁ Ἡρακλείδης ἅμα προσβαδίζουσιν ἐκ τοῦ οἰκοῦ. ὁ ἥλιος φαίνεται, καὶ θερμόν ἐστιν. ὁ Ἡρακλείδης πράγματα τοῦ Ἀλεξίου φέρει· βιβλίον, στῦλον, πίνακα. ὁ δὲ Ἀλέξιος οὐδὲν φέρει. ταχέως μὲν βαδίζει, βραδέως δὲ ὁ Ηρακλείδης. Ἀλε· σπεῦδε, ὦ δοῦλε. Ἡρα· ἀλλὰ οὐ δυνατόν μοι σπεύδειν. Ἀλε· τί λέγεις; διὰ τί σὺ οὐ δύνασαι ταχέως βαδίζειν; Ἡρα· σὺ μὲν εἶ νεός, γέρων δὲ ἐγώ. καὶ δὴ καὶ πάντα φέρω. διὰ ταῦτα οὐ δύναμαι. Ἀλε· μὴ ἀργὸς ἴσθι. δύνασαί γε. ἰδού, οὐ μόνον βαδίζειν δύναμαι, ἀλλὰ καὶ τρέχειν! Ἡρα· δεσπότα! οὐδαμῶς τρέχειν δύναμαι. βαδίζειν δύναμαι, οὐδὲ ταχέως.
τέλος δὲ ὁ Ἀλέξιος καὶ ὁ Ἡρακλείδης ἀφικνοῦνται εἰς τὸ διδασκαλεῖον. ὁ μὲν Ἡρακλείδης τὴν θύραν ἀνοίγει, ὁ δὲ Ἀλέξιος εἰσβαίνει ἀσπαζόμενος τὸν διδάσκαλον. ἆρα τίς ἐστιν ὁ διδακάλος; τὸ ὄνομα αὐτῷ ἐστιν Λιβάνιος. αὐτὸς γὰρ ὁ Λιβάνιος οὐ μόνον ἐστιν διδάσκαλος τοῦ διδασκαλείου, ἀλλὰ καὶ ῥήτωρ τε καὶ δεσπότης. τί διδάσκει οὗτος ὁ διδάσκαλος; ὁ μὲν Λιβάνιος τὴν τέχνην τὴν ῥητορικήν διδάσκει. μὴ ὁ Λιβάνιος τὴν γραμματικὴν διδάσκει; οὐχι, ἀλλὰ διδάσκαλος ἄλλος, ὅς ἐν τῷ τοῦ Λιβανίου διδασκαλείῳ διδάσκει, τὴν γραμματικὴν διδάσκει. οὐκέτι δὲ μανθάνει ὁ Ἀλέξιος τὴν γραμματικήν, ἀλλὰ τὴν ῥητορικήν. ἐλθὼν δὲ ὁ Ἀλέξιος ἀσπάζεται τὸν διδάσκαλον, «χαῖρε βέλτιστε διδάσκαλε.» ἀποκρινάμενος δὲ ὁ Λιβάνιος λέγει αὐτῷ «χαῖρε καὶ σύ, παιδίον μου.» λέγων δὲ Ἀλέξιος οὕτως ἀποκρίνεται, «συγγνώμην ἔχε, ἀλλὰ οὐκέτι παιδίον εἰμί. ἀνὴρ γὰρ γέγονα.»
σήμερόν εἰσιν ἐν τῷ διδασκαλείῳ πολλοὶ μαθηταί. ὁ μὲν Ἀλέξιος τὸν πίνακα αὐτοῦ καὶ τὸν στῦλον λάμβανει. ὁ δὲ Ἡρακλείδης καθίζει. ὁ δὲ διδάσκαλος τὰ Ὁμηρικὰ ἀναγιγνώσκει. οἱ δὲ παῖδες γράφουσιν. πῶς γράφουσιν οἱ παῖδες; τῷ στύλῳ καὶ τῷ πίνακι γράφουσιν. ἔπειτα ὁ Λιβάνιος ἐρωτᾷ, «δυνάσθε τὰ Ὁμηρικὰ ἀναγιγνώσκειν;» ἀπορκίνονται οἱ παῖδες «ναί, ὦ διδάσκαλε, ἀναγιγνώσκειν δυνάμεθα.»
ὁ οὖν Λιβάνιος κελεύει αὐτούς ἀναγνῶναι. οἱ δὲ τὰ τοῦ Ὁμήρου ποιήματα ἀναγιγνώσκουσιν. τότε δὲ πάλιν ἐρωτᾷ ὁ διδάσκαλος λέγων «τίς ὑμῶν δύνασαι ἀναγνῶναι ὡς ῥαψῳδός;» ὁ δὲ Ἀλέξιος ἱστᾶται καὶ ἀναγίγνωσκει χωρὶς πίνακος. οὕτως ὁ ῥαψῳδὸς ποιεῖ. ὁ Ἀλέξιος τῷ ὄντι οὐ ἀναγίγνωσκει ἀλλὰ λέγει τοὺς τοῦ Ὁμήρου λόγους ἄνευ πίνακος καὶ ἄνευ βιβλίου. αὐτὸν οὖν ὁ διδάσκαλος ἐπαινεῖ. τέλος δὲ Ἀλέξιος καθίζει καὶ οἱ ἄλλοι καθ’ ἕνα ἀναγιγνώσκουσιν.
μετὰ τὴν τῆς ἡμέρας σχολὴν ὁ διδάσκαλος σὺν τῷ Ἀλεξίῳ διαλέγεται.
Λιβ· ἀνὴρ γέγονας, ὦ Ἀλέξιε. τί ἐν νῷ ἔχεις πράσσειν; πάντα τὰ ποιήματα τὰ Ὁμήρου καλῶς οἶδας, καὶ δὴ καὶ λόγους κρείττονας ποιεῖν δύνασαι, ὥσπερ ῥήτωρ. καὶ τὴν ῥητορικὴν τὴν τέχνην εὖ μανθάνεις. τί ἄλλο; Ἀλε· ὁ μὲν πάτηρ μου βούλεται με εἰς τὸ ἔργον αὐτοῦ εἰσελθεῖν. ἢ ἴσως τὰ νομικά μαθεῖν. οὐ μὴν βούλομαι. Λιβ· δή που βούλῃ τι; Ἀλε· τὴν φιλοσοφίαν μαθεῖν βούλομαι. Λιβ· εὔγε! δεῖ σε εἰς τὰς Ἀθῆνας πορευέσθαι! Ἀλε· τί δή; Λιβ· ἐκεῖ εἰσιν διδάσκαλοι οἱ ἄριστοι τῆς τε φιλοσοφίας καὶ τῆς ῥητορικῆς. ἔγωγε μὴν πρὸς τοὺς ἐμοὺς φίλους γράψω. Ἀλε· χάριν σοι ἔχω, ὧ φίλτατε διδάσκαλέ μου. Λιβ· οὐδὲν πρᾶγμα, ὦ παῖ. πόλλα ἔτη νῦν μετὰ ἐμοῦ μανθάνεις καὶ ἀγαθός μαθητὴς εἶ.
ὕστερον οὖν ὁ Ἀλέξιος οἴκαδε ἐπανέρχεται, τοῦ Ἡρακλείδους ἀκολουθοῦντος. τοῦτ’ ἐστιν ὁ Ἀλέξιος πρῶτος βαδίζει, καὶ ὄπισθεν αὐτοῦ ὁ Ἡρακλείδης βαδίζει.
ὅτε εἰς τὴν οἰκίαν ἀφικνεῖτο ὁ Ἀλέξιος, ὁ μὲν Γρηγόριος πρὸς τραπέζᾳ καθιζόμενος γράφει ἐπιστόλας. ἆρα στύλῳ καὶ πίνακι γράφει ὁ δεσπότης; οὐχί, ἀλλὰ τῷ καλάμῳ τε καὶ τῷ μελάνι χρώμενος γράφει, οὐκ ἐν πίνακί τινι, ἀλλὰ ἐν παπύρῳ.
ὁ δὲ Ἀλέξιος εἰς τὸ οἴκημα εἰσελθὼν τὸν πατέρα ἀσπάζεται. ὁ δὲ «τί ἐγένετο πρὸς τῷ διδακαλείῳ σήμερόν» φήσιν. ἀποκρίνεται δὲ Ἀλέξιος «ὁ Λιβάνιος ὁ διδάσκαλος ἐμὲ πείθει εἰς τὰς Ἀθῆνας πορεύεσθαι.» οὐδὲ χαίρει ὁ Γρηγόριος οὐδὲ ὀργίζεται. πρῶτον μὲν οὐδὲν λέγει. ἔπειτα δὲ πολὺν χρόνον πρὸς τὸν υἱὸν βλέπει. τέλος δὲ λέγει «καλῶς. νομίζω σε ἐκεῖ πόλλα καὶ ἀγαθά μαθεῖν δύνασθαι. ἐμοί δοκεῖ σε ἐν ταῖς Ἀθήναις δύο ἔτη μένειν καὶ μάνθανειν. μετὰ ταῦτα βούλομαι σε οἴκαδε ἐπανέλθειν καὶ σὺν ἐμοὶ ἐργάζεσθαι.» ὁ δὲ υἱὸς ὁμολογεῖ.
Κεφάλαιον τὸ δωδέκατον.
ἐν δὲ τούτῳ ὁ Μακάριος ἐν ὁδῷ τινί ἐστιν, ἐν τῇ πόλει τῇ Ἀντιοχείᾳ. τί ποιεῖ ὁ Μακάριος; οὐδέν ποιεῖ, ἀλλὰ χαμαὶ κεῖται (ποῦ ἐστιν χαμαί; ἐπὶ τῆς γῆς), καὶ πολὺν χρόνον οὐδὲ κινεῖται οὐδὲ φωνὴν ποιεῖν δύναται. τέλος δὲ στενάζει καὶ ἱστᾶται, ἀλλὰ χαλεπόν ἐστιν.
ποῦ εἰσιν οἱ ἐχθροί αὐτοῦ; ἄπεισιν. αὐτοὺς γὰρ ὁρᾶν οὐ δύναται ὁ μοναχός. οὐδένα ὁρᾶν δύναται ἐν τῇ ὁδῷ. πάντες ἔφυγον. ὁ οὖν Μακάριος μόνος ἐστίν. ποῖ ἀπῆλθον οἱ ἐχθροί; ὁ Μακάριος οὐκ οἶδεν. ποῖ ἔρχεται ὁ Μακάριος; ἐν νῷ ἔχει πρὸς μοναστήριον ἔρχεσθαι, ἀλλὰ οὐ ἀκριβῶς οἶδεν τὴν ὁδόν. οὐδὲν ἦττων ἐβαδίζεν.
ὁ οὖν Μακάριος βαίνει καθ’ ὁδόν τινα. ἔπειτα ὁδὸν ἀλλήν βαδίζει. ἡ πρώτη ὁδὸς βραχεῖά ἐστιν. ἡ δευτέρᾱ ἐστίν. ἡ πρώτη ἡ ὁδὸς βραχύτερά ἐστιν ἢ ἡ δευτέρᾱ ὁδός. τοὐναντίον, ἡ δεύτερα μακρότερά ἐστιν ἢ ἡ πρώτη. ὁ οὖν Μακάριος κατὰ τὴν βραχύτεραν ὁδόν βαδίζει, ἔπειτα κατὰ τὴν μακρότεραν.
τότε ἱστᾶται καὶ βλέπει. βλέπει οὖν ἐπ’ ἀριστερά τε καὶ ἐπὶ δεξία. εἴσιν δύο ὁδοί. ἡ ἐπ’ ἀριστερὰ ὁδὸς μακρότατά ἐστιν, καὶ οὐ δύναται ὁρᾶν τὸ τέλος. ὁ οὖν Μακάριος εἰς ταύτην τὴν ὁδόν οὐκ εἰσβαίνει. ἡ δὲ ἐπὶ δεξία ὁδός βράχιστά ἐστιν. τὸ γὰρ τέλος ῥᾳδίως ὁρᾶν δύναται ὁ μοναχός. εἰς οὖν ἐκείνην τὴν ὁδόν εἰσβαίνει καὶ οὐ πολύ βαδίζει ἄχρι τῆς θύρας τοῦ οἴκου τινός. τίς ἐστιν ὁ οἶκος; μοναστήριόν ἐστιν.
τὴν θύραν τοῦ μοναστηρίου κρούει ὁ Μακάριος. οὐδεὶς δὲ ἔρχεται. πάλιν οὖν ὁ Μακάριος κόπτει. τέλος δὲ ἄνθρωπός τις ἐλθὼν βοᾷ «τίς εἶ;» ὁ δὲ Μακάριος ἀποκρίνεται «μοναχός εἰμι, ὀνόματι Μακάριος».
ὁ ἐν τῷ οἴκῳ ἄνθρωπος ἐρωτᾷ «τί βουλόμενος εἰς τὸ μοναστήριον ἡμῶν ἀφικνῇ;»
ὁ ἔξω ἄνθρωπος, ὁ Μακάριος, βοᾷ διὰ τῆς θύρας, «ἀποθάνων ἥκω, μοναχός ὦν, βοήθησόν μοι»
ἐν δὲ τούτῳ αἷμα καταρρεῖ εἰς τὴν γῆν. πόθεν ῥεῖ τὸ αἷμα; ἐκ τοῦ Μακαρίου. ἐκ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐκ τοῦ προσώπου αὐτοῦ. πολὺ αἷμα εἰς τὴν γῆν πίπτει. ἔπειτα καὶ αὐτὸς ὁ Μακάριος πάλιν πίπτει εἰς τὴν γῆν. ὁ τοῦ μοναστηρίου μοναχός τὴν θύραν ἀνοίξας εἰς τὴν ὁδὸν ἐκβαίνει.
ὁ ἄνθρωπος ὁ ἐκβὰς σκόπτει τὸν Μακάριον. ἐρωτᾷ οὖν λέγων, «τί ἐγένετο; τίνες ταῦτα ἐποιήσαν;» ἀλλὰ ἐτὶ καὶ νῦν οὐ δύναται ἀποκρίνεσθαι ὁ Μακάριος. ὁ μοναχός ἄλλος αἴρει αὐτὸν καὶ εἰσφέρει εἰς τὸ μοναστήριον.
ἐν οὖν τῷ μοναστηρίῳ τίθησιν αὐτὸν ἐπὶ κλίνην. μοναχοὶ δὲ ἄλλοι φέρουσιν ὕδωρ πρὸς τὴν κλίνην ἐπὶ ᾗ Μακάριος κεῖται. ὁ πρῶτος μοναχὸς τὰ τραύματα τοῦ Μακαρίου σκόπτει. ὁ δὲ ἔχει τραῦμα ἐπὶ τῆς κεφαλῆς, καὶ τραύματα ἐπὶ τοῦ σώματος.
τὸ ὄνομα τούτῳ τῷ μοναχῷ ἐστι Νικάνωρ. οὗτος οὖν τὸ ὕδωρ ἀπὸ τῶν μοναχῶν λάβων τὰ τραύματα τοῦ Μακαρίου λούει. εὖ γὰρ οἶδεν περὶ τραυμάτων, ὅτι ἰᾱτρός ἐστιν. ἰᾱτρός ἐστιν ἄνθρωπος ὃς τραύματα καὶ νόσον θεραπεύειν δύναται. πρῶτον μὲν λούει τὸ τοῦ Μακαρίου σῶμα. ἔπειτα δὲ τὸ πρόσωπον αὐτοῦ λούει. ὁ δὲ τοὺς ὀφθαλμοὺς ἀνοίγει, ἀλλὰ αὖθις κλείει.
λούσας τὰ τραύματα ὁ Νικάνωρ λέγει τῷ ὑπηρέτῃ (τοῦτό ἐστιν· μοναχός ἄλλος) «φέρε μοι ἐπίδεσμα.» ὁ δὲ ὑπηρέτης τὰ ἐπίδεσμα εὑρὼν φέρει αὐτὰ πρὸς αὐτόν. ὁ δὲ αὐτὰ λαβὼν δεῖ τὸ ἐπὶ τῆς κεφαλῆς τραῦμα ἐπιδέσμῳ. τὸν ἐπίδεσμον ἐπὶ τὴν κεφαλὴν τίθησιν, εἶτα περὶ τὴν κεφαλὴν, ἐν κύκλῳ, δεῖ. τὸ αἷμα κατάρρουν παύεται. οὐκέτι αἷμα ἐκ τοῦ τραύματος καταρρεῖ.
νῦν δὲ ὁ Μακάριος ἐπὶ τῆς κλίνης κεῖται, ἀλλὰ οὐκέτι καθεύδει. διὰ τί οὐ καθεύδει; θερμόν γάρ ἐστιν. ἀλλὰ ὅμως νύξ ἐστιν, οὐ δύναται καθεύδειν. ἐπὶ τὴν κλίνης κεῖται καὶ βλέπει πρὸς τὴν στέγην. ἐν νῷ ἔχει τὰ τῆς ἡμέρας γινόμενα. τί ἐγένετο; ἐχθροί τινες αὐτὸν ἐν τῇ ὁδῷ ἔβλαπτον, καὶ πολλὰ τραύματα εἶχεν. τότε μὲν κακῶς ἑαυτὸν εἶχεν, νῦν δὲ ἄμεινον ἔχει.
τὰ νῦν οὐκέτι θερμός ἐστιν ὁ Μακάριος, ἀλλὰ ψυχρός γίγνεται. τί ἐστι ψυχρόν; οὐκ ἔστιν θερμόν! ψυχρὸς οὖν ὤν, βραδέως ἐγείρεται καὶ κλείει τὴν θυρίδα. ἄνεμος γάρ τις διὰ τῆς θυρίδος πνεῖ. πάλιν οὖν κεῖται, οὐ δυνάμενος καθεύδειν.
μέσῃ τῃ νυκτὶ αὖθις γίγνεται θερμὸς ὁ Μακάριος. οὕτω θερμὸς γενόμενος, ἐγερθεὶς τὴν θυρίδα ἀνοίγει. ὁ ἄνεμος, ὃς οὐκ πνεῖ εἰς τὸ οἴκημα, πάλιν πνεῖ καὶ αὐτὸν ποιεῖ ψυχρότερον. τέλος δὲ, τῇ τρίτῃ φυλακῇ τῆς νυκτός, δύναται ὀλίγον καθεύδειν.
ἡλίου ἀνατέλλοντος, ὁ Μακάριος καθεύδων παύεται, ἐγείρεται, καὶ περίμενει. δι’ ὀλίγου Νικάνωρ ἔρχεται καὶ ἐρωτᾷ αὐτόν «πῶς ἔχεις σήμερον» ὁ δὲ Μακάριος ἀποκρίνεται λέγων, «εὖ ἔχω, ἄμεινον σήμερον ἢ χθές.» ἐρωτᾷ πάλιν ὁ Νικάνωρ, «τί βουλόμενος ἥκεις, ὦ τᾶν;» ὁ οὖν Μακάριος διηγεῖται τῷ Νικάνορι περὶ ἑαυτοῦ. οὗτος ἐκ τῆς Αἰγύπτου ἦλθεν. μακρὰν ἐπορεύθη. νῦν εἰς τὴν Ἀντιοχεῖαν ἀφίκετο. ἐθέλει νῦν περίμενειν ἐν τῇ Ἀντιοχείᾳ. διὰ τί; ἄνθρωποί τινες ἐκ τῆς Αἰγυπτοῦ βούλονται αὐτὸν βλάπτειν, καὶ ἐτὶ ἀποκτείνειν.
κεφάλαιον τὸ τρίτον καὶ δέκατον
κεῖται ὁ λύκος ὁ τεθνηκὼς χάμαι. τραύματα γὰρ πολλὰ ἐδέχετο καὶ ἀπέθανεν, πολὺ τοῦ αἵματος ἔκρουν ἐπὶ τὴν γῆν, ὥσπερ σπονδαί τινες. ὁ δὲ Ξανθίᾱς ἐπὶ λίθῷ τινι καθιζόμενος, ἀπὸ μάχης παύεται. οἱ δε κύνες, Τεύχων καὶ Ὁρμῆ, πρὸς αὐτῷ καθιζόμενοι φῡσιῶσιν. τὸ φῡσιᾶν ἐστι πολὺν ἀέρα εἰς τὸ στόμα καὶ ἐκ τοῦ στόματος ταχέως πνεῖν. ὁ δὲ Στύραξ ἐπὶ τῆς γῆς, πρὸς τῷ λύκῳ, κεῖται, καὶ τεθνηκώς.
πολὺν οὖν χρόνον ὁ Ξανθίᾱς οὐδὲν λέγει, οὐδὲ κινεῖται, ἀλλὰ πρὸς τὴν γῆν βλεπὼν ἡσυχάζει. τέλος δὲ ὀλίγον δακρύει ὑπὲρ τοῦ Στύρακος. ἀλλὰ οὐ δύναται αὐτὸν θάπτειν, ὅτι ἡ γῆ ἐνθάδε πετρώδης ἐστίν. πολλοὺς γὰρ λίθους ἔχει. καὶ δὴ καὶ δεῖ τὸν Ξανθίᾱν φέρειν τὸ πρόβατον οἴκαδε.
τὸ οὖν πρόβατον ἄγει οὗτος τοῦδε ἐκ τόπου. ἄνθρωπος τῷ προβάτῳ ἡγεῖται, ζῷον δὲ τῷ ἄνδρι ἕπεται. καὶ οἱ κύνες τῷ Ξανθίᾳ ἕπονται. ὁ δὲ αὐτοῖς ἡγεῖται.
ἀπὸ τῶν ὀρῶν ἐπανέρχεται ὁ Ξανθίᾱς τῷ προβάτῳ καὶ τοῖς κυσίν ἡγοῦμενος. οὐδὲ ὑλάκτουσιν οἱ κύνες οὐδὲ πλανᾶται τὸ πρόβατον, ἀλλὰ ἐγγὺς αὐτῷ ἕπονται. μακρὰν τοῦ οἴκου ὁ Ξανθίᾱς φωνῇ μεγάλῃ βοὼν καλεῖ τὸν Δικαιόπολιν, «ὦ Δικαιόπολι, ποῦ εἶ, ἐλθὲ δεῦρο. συλλάμβανε. ἄγε τὸ πρόβατον πρὸς τὰ ἄλλα. ἐγὼ δὲ τοῖς κυσὶν ἡγοῦμαι.»
ἀλλὰ ἡ φωνὴ τοῦ Ξανθίου οὐκ ἀκούεται. οὐδέ τις ἔρχεται. ποῦ ἐστιν ὁ Δικαιόπολις;
ὁ δὲ Ξανθίᾱς ἐγγύτερος γενόμενος πάλιν βοᾷ. οὐδεὶς δὲ ἀποκρίνεται, οὐδὲ ἄνθρωπόν τινα ὁρᾶν δύναται οὗτος. εἶτα νομίζει τὸν Δικαιόπολιν καθεύδειν. λέγει οὖν ἑαυτῷ «καλόν μοι δοκεῖ εἰς τὴν οἰκίαν εἰσέλθειν καὶ εὑρίσκειν αὐτόν.»
εἰσβὰς οὖν τὸν οἶκον ὁ Ξανθίᾱς ζητεῖ τὸν Δικαιόπολιν, ἀλλὰ μάτην. ὁ γὰρ Δικαιόπολις οὐκ ἔστιν. οὐδε ἐν τῇ οἰκίᾳ αὐτῇ οὐδὲ ἐγγύς. πολὺν οὖν χρόνον ζητεῖ αὐτὸν ὁ Ξανθίᾱς καὶ οὐκ εὑρίσκει. ἄλλο τι δὲ εὑρίσκει· σῖτος καὶ μάχαιρα ἄπεισιν. ταῦτα οὐκ εὑρὼν, ἄρχεται νομίζειν τὸν Δικαιόπολιν ἀπεῖναι. ἆρα ὁ Δικαιόπολις φεύγει ἀπὸ τοῦ δεσπότου αὐτοῦ; οὕτω δοκεῖ.
ἔξω τοῦ οἴκου, ἴχνος τι ἐν τῇ γῇ ζητῶν βαδίζει. οὐ μόνον ἴχνος τοῦ Δικαιοπόλεως εὗρεν, ἀλλὰ καὶ πολλὰ ἴχνη, ἃ ἀπὸ τοῦ οἴκου ἄγει. νῦν δὲ οὐκέτι νομίζει αὐτὸν πεφευγέναι, ἀλλὰ οἶδεν. τοὺς κύνας αὖθις λύσας τὰ ὅπλα ἑαυτοῦ παρασκευάζει ἃ ἐν τῇ ὁδῷ δεῖ. εἶτα ὁρμᾶται.
ἐν δὲ τούτῳ ὁ φεύγων δοῦλος κατὰ τὴν ὁδὸν εὔθυμος βαδίζει, οὐδὲ τὸν δεσπότην αὐτοῦ φοβεῖται, ὅτι νομίζει αὐτὸν μακρὰν ἐν τοῖς ὄρεσιν ἀπεῖναι. διὰ τοῦτο χαίρει. σῖτον ἔχει. μάχαιραν ἔχει. καὶ ἀργύρια ἔχει, ἃ ἐκ τοῦ σάκκου τοῦ Ξανθίου ἔκλεψεν.
ὁ δὲ Ξανθίᾱς ἄρχεται διώκειν. οἱ κύνες τούτῳ ἡγοῦνται, αὐτοὶ ἐκείνῳ, τῷ Δικαιοπόλει, ἕπονται. πῶς αὐτῷ ἕπεσθαι δύνανται; ἐκείνου ὀσφραίνονται. ὀσφραινόμενοι οὖν ἕπονται, καὶ ὁ Ξανθίᾱς ἀκουλουθεῖ, τὰ ἴχνη τὰ ἐν τῇ γῇ σκόπτων.
νυκτὸς γιγνομένης, ὁ Δικαιόπολις δυὸ ἀνθρώπους ἐν τῆ ὁδῷ βαδίζοντας ὁρᾷ. πρῶτον μὲν φοβεῖται, ἔπειτα δὲ οὐ μεριμνᾷ, ὅτι ἐλεύθερός ἐστιν, ὡς νομίζει. ὅτε οἱ δυὸ ἐγγυτέρω προσχωροῦσιν, ἀκρῑβῶς ὁρᾶν δύναται ὅτι μαχαίρας ἔχουσιν, καὶ ἰσχῡροί εἰσιν.
τίνες εἰσὶν οὗτοι; κακοί εἰσιν. τῷ ὄντι, λῃσταί εἰσιν. λῃστής ἐστιν ἄνθρωπος ὃς ἄλλους βλάπτει (καὶ ἀποκτείνει), καὶ τὰ ἀργύρια κλέπτει. οὕτως ἐγένετο τῷ Μακαρίῳ, ἐν τῇ Ἀντιοχείᾳ. καὶ ὡς τῷ Μακαρίῳ, οὕτως τῷ Δικαιοπόλει. οὗτοι γὰρ οἱ λῃσταὶ αὐτόν ἀποκτείνειν βούλονται.
ὁ πρῶτος λῃστὴς βοᾷ «οὗτος! δός μοι τὸ ἀργύριον.» ἆρα ἔχει φόβον ὁ Δικαιόπολις; ὁ φόβος αὐτὸν κατέχει. ἀποκρίνεται οὖν λέγων «οὐδὲν ἔχω. δοῦλός εἰμι.» ὁ λῃστής ὁ ἕτερος λέγει, «μὴ δοῦλος μάχαιραν τοιαύτην ἔχει; δοῦλος οὐκ εἶ.» Δικαιόπολις δὲ φοβοῦμενος ἀποκρίνεται «ναί, δοῦλος ἦν, ἀλλὰ οὐκέτι. ἀργύριον δὲ οὐκ ἔχω» ὁ δὲ πρῶτος «ἵνα τί οὐ ἀποκτείνω;» Δικ· «οὐ μὰ τὸν Δία. μὴ ἀπόκτεινον. λῃστής μετὰ ὑμῶν γίνεσθαι θέλω» οἱ δυὸ οὖν λῃσταὶ ἀλλήλοις διαλέγονται, καὶ ὁμολεγοῦσιν. οὕτως ὁ Δικαιόπολις λῃστὴς τρίτος γίγνεται.
ὅτε ὁ ἥλιος ἀνατέλλει, Ξανθίᾱς ὀψέ ποτε εἰς ἐκεῖνον τὸν τόπον ἀφικνεῖτο. δῆλόν ἐστι ὅτι ἄνθρωποι ἦσαν, ἀλλἀ νῦν οὐκ εἴσιν. ὁρᾷ γὰρ τόπον ἐν ᾧ πῦρ ἦν. τὰ ἴχνη βλέπει, οὐδὲ ἑνὸς, οὐδὲ δυοῖν, ἀλλὰ τριῶν. καὶ τὰ τῶν τριῶν ἴχνη ἔνθεν ἄγει. ποῖ ἄγει τὰ ἴχνη; οὐδὲ πρὸς τὴν πόλιν, οὐδὲ πρὸς τὸν κλῆρον.
νομίζει ἑαυτῷ, «τί ποιῶ; οὐ δύναμαι προσβάλλειν τρισίν.» οἴκαδε ἔρχεται ὁ Ξανθίᾱς. ἐν δὲ τῇ ὁδῷ ἀπαντᾷ ἀνθρώπῳ τινί ἐρχομένῳ πρὸς τὴν πόλιν. αἰτεῖ οὖν αὐτὸν ἀγγελίαν φέρειν τῷ Γρηγορίῳ περὶ τῶν γενομένων. ἐκεῖνος τὴν ἀγγελίαν ἀκούσας, ἄργυριον, οὐ πολύ, δέχεται, καὶ πρὸς τὴν Ἀντιόχειαν σπεύδει.
τὸ κεφάλαιον τὸ τέταρτον καὶ δέκατον
ἐν δὲ τούτῳ, ὁ Δημήτριος ἐν διδασκαλείῳ ἐστίν. τί διδασκαλεῖον; τὸ διδασκαλεῖον τοῦ Λιβανίου, φανερόν ἐστιν. ἀλλὰ ὁ Λιβάνιος αὐτός οὐ διδάσκει τὸν Δημήτριον. διὰ τί; ὅτι οὐκ τοσαῦτα ἔτη γεγονώς ἐστιν ὁ Δημήρτιος. οὗτος γὰρ ἐτὶ τὰ γράμματα μανθάνει, δι’ οὗ γραμματικός τις διδάσκει αὐτον. ὁ οὖν Δημήρτιος καθίζει μετὰ τῶν ἄλλων παίδων καὶ τὰ γράμματα μανθάνει. πῶς μανθάνουσιν οἱ μαθηταί; πάντες πίνακας ἔχουσιν, καὶ στύλους. ἐπὶ τοῦ πίνακος, ἢ περὶ τοῦ πίνακος, ἔστιν ἡ μάλθα. τί ἐστι μάλθα; αὕτη ἐστὶν ὅ τι μαλακόν καὶ ἐν ᾗ γράφειν δύνανται. τὸν στῦλον ἐπὶ τῇ μάλθῃ γράφουσιν, ἢ ἕλκουσιν. οὕτως γράμμα ποιεῖται ἐν τῇ μάλθῃ. πολλὰ γράμματα ποιεῖται ὑπὸ τῶν παίδων. καὶ δυὸ ἢ τρία γράμματα ποιοῦσιν συλλαβήν. πολλὰ γράμματα ποιοῦσιν λέξεις ἢ λόγους. καὶ δὴ καὶ πολλαὶ λέξεις ποιοῦσιν τὸν τῶν ἀνθρώπων λόγον.
ὡς ὁ Ἀλέξιος πολλὰ ἔτη μετὰ τοῦ Λιβανίου μαθητὴς ἦν, οὕτως ὁ Δημήτριος σὺν τῷ διδασκάλῳ αὐτοῦ. πρῶτον γὰρ ἔμαθεν τὰ γράμματα τῆς Ἑλληνικῆς γλώσσης. ἔπειτα ὁ ἀγαθὸς διδάσκαλος ἔδιδαξεν τὸ ἀναγιγνώσκειν. νῦν δὲ ὁ Δημήτριος ἀναγιγνώσκειν εὖ δύναται. πρὸς τούτοις, τὰ Ὁμηρικὰ, τὴν Ἰλιάδα τε καὶ τὴν Ὀδύσσεαν, καλῶς οἶδεν. ἀλλὰ περὶ τῆς ῥητορικῆς τῆς τέχνης, οὐδὲν οἶδεν.
ἐν τῇ σχολῇ μετὰ τοῦ Δημητρίου εἰσί τέσσαρες παῖδες: Διόδωρος, Ἀρίστων, Νικόμαχος, καὶ Κλέων. Δημήτριος οὖν πρῶτος εἰς τὸ διδασκαλεῖον ἀφικνεῖται, ὅτι παῖς ἀγαθός ἐστιν, καὶ ἀεὶ ἐθέλει πρὸ τοῦ καιροῦ ἀφικνεῖσθαι. ὁ δὲ δεύτερος ὁ μαθητὴς ἐστιν Ἀρίστων, φίλος ὤν τοῦ Δημητρίου. τρίτος ἀφικνεῖται ὁ Διόδωρος. οἱ τέταρτοί οἳ ἅμα ἀφικνοῦνται, εἰσὶ Νικόμαχός τε καὶ Κλέων, ὅτι ἀδελφοὶ ὄντες ἐκ τοῦ αὐτοῦ οἴκου ἔρχονται. ὁ διδάσκαλος καλεῖ Νικόμαχον λέγων, «στῆθι, Νικόμαχε, καὶ ἐλθὲ δεῦρο. ἀνάγνωθι». ὁ οὖν Νικόμαχος ἕστηκεν καὶ ἀναγιγνώσκει. δεύτερον δὲ ὁ Κλέων ὁμοίως ποιεῖ. τρίτον δὲ Ἀρίστων, τέταρτον δὲ ὁ Διόδωρος, πέμπτον δὲ ὁ Δημήτριος ἕστηκεν καὶ ἀναγιγνώσκει.
ὁ Δημήτριος ἑστηκὼς τὰ Ὁμηρικὰ ἀναγιγνώσκει. τὰ ποιήματα εὖ ἀνέγνω. ὁ δὲ διδάσκαλος ἐπαινεῖ αὐτόν λέγων, «καλῶς ἀνέγνως, ὦ μαθητά μου. καθίζει νῦν.» ὁ οὖν διδάσκαλος καλεῖ Νικόμαχον καὶ Κλέωνα, «στῆτε, παῖδες, καὶ ἀνάγνωτε διάλογον τοῦ Πλάτωνος.» οἱ δὲ ἑστηκότες ἀνέγνωσαν τὸν τοῦ Πλάτωνος διάλογον. ὁ μὲν Κλέων πολλάκις τοὺς στοίχους πονηρῶς ἔλεγεν. ὁ δὲ Νικόμαχος τὸν Κλέωνα οὕτω ποιοῦντα γελᾷ. ὁ δὲ διδάσκαλος αὐτοὺς οὐκ ἐπαινεῖ ἀλλὰ μέμφεται λέγων «πονηρῶς ἀνέγνωτε, παῖδες πονηροί» οἱ δὲ ἀποκρινόμενοι εἶπον «οὐδαμῶς, διδάσκαλε, ἀλλὰ καλῶς ἀνέγνωμεν!» ὁ δὲ εἶπεν, «σιγῶντες καθίζετε!» οἱ δὲ καθίζουσιν, οὐδὲν λέγοντες.
σήμερον οὖν ἔστιν ἡ ἡμέρα ἡ ἐσχάτη τοῦ Δημητρίου ἐν τούτῳ τῷ διδασκαλείῳ. διὰ τί; ὁμοίως τῷ Ἀλεξίῳ, ὅσα ἔτη ἐμάνθανεν οὗτος μετὰ τούτου τοῦ διδασκάλου, καὶ νῦν πολλὰ ἔμαθεν, ὥστε νῦν δεῖν αὐτὸν εἰς τὸ διδασκλαλεῖον ἄλλον εἰσέλθειν. εἰς τί; δηλονότι, εἰς τὸ διδασκαλεῖον τοῦ Λιβανίου. ὅτε ὁ Δημήτριος εἰς τὸ διδασκαλεῖον τοῦ Λιβανίου ἀφικνεῖτο, ὁ Λιβάνιος αὐτὸν γιγνώσκει. πῶς; τὸ πρόσωπον τοῦ Δημητρίου ὁμοίον τῷ τοῦ Ἀλεξίου προσώπῳ ἐστίν. καὶ δὴ καὶ, οἶδεν ὁ Λιβάνιος ὅτι ὁ Δημήρτιος σήμερον ἔρχεται. «χαῖρε, ὦ παῖ» ἀσπαζόμενος εἶπεν ὁ Λιβάνιος. ὁ Δημήτριος ἀποκρίθη, «χαῖρε, βέλτιστε διδάσκαλε. πολλὰ περί σου ἤκουσα τοῦ ἀδελφοῦ μου λέγοντος» ὁ δὲ Λιβάνιος λέγει, «ναί, καὶ τὰ πάντα ἀληθῆ, οὐ γάρ;»