1. Home
  2. Lessons
  3. The Art of Grammar by Dionysius Thrax

The Art of Grammar by Dionysius Thrax

Study the Art of Grammar of Dionysius Thrax. The oldest known Greek Grammar (ΔΙΟΝΥΣΙΟΥ ΘΡΑΙΚΟΣ ΓΡΑΜΜΑΤΙΚΗ.)

Introduction

The ‘Art of Grammar’ is a culturally and academically important. It is a description of Greek grammar from a person who lived and spoke Greek. Although the ability to speak a language does not itself qualify someone to be an expert. It is an important starting point for any student of Ancient Greek.

Dionysius was a student of Aristarchus, a librarian of Alexandria in the 2nd century BC. It is understood that Dionysius was a prolific writer in the area of grammar. This short work is attributed to Dionysius.

1. On Grammar

Grammar is an experimental knowledge of the usages of language as generally current among poets and writers. Grammar has six parts:

  1. Trained reading according to prosody.
  2. Explanation according to poetical figures.
  3. Ready statement of dialectical peculiarities and allusions.
  4. Discovery of Etymology.
  5. An accurate account of analogies.
  6. Critique of poetic works, which indeed is the best part of this art.

(Prosody: Patterns of rhythm, stress, and intonation.)

2. On Reading

Reading is the rendering of poetic prose productions without stumbling or hesitancy. It must be done with due regard to expressions, prosody, and pauses. Through the expression we learn the merit of the piece; from the prosody, we learn the art of the reader; and from the pauses, we learn the meaning intended to be conveyed.

In this way we read tragedy heroically, comedy conversationally, elegiacs thrillingly, epics sustainedly, lyric poetry musically, and dirges softly and plaintively. Any reading done without due observance of these rules degrades the merits of the poets and makes the habits of readers ridiculous.

3. On Tone

Tone is the resonance of a voice endowed with harmony. It is heightened in the acute, balanced in the grave, and broken in the circumflex.

(Biblical Greek students are typically not taught to use changes in tone, but changes in syllable stress)

4. On Punctuation

There are three punctuation marks: the full stop, the semicolon, and the comma. The full stop denotes that the sense is complete; the semicolon is a sign of where to take a breath; the comma shows that the sense is not yet complete, but that something further must be added.

5. How does the full stop differ from the comma?

They differ by time. At the full stop the pause is long; at the comma, the pause is very short.

6. On Rhapsody

A rhapsody is part of a poem, including a certain (definite) argument. It is called a rhapsody, that is, rhabdody, because those who recited the Homeric poems were girt with a laurel branch.

7. ΠΕΡΙ ΣΤΟΙΧΕΙΟΥ.

Γράμματά ἐστιν εἴκοσι τέσσαρα ἀπὸ τοῦ α μέχρι τοῦ ω. γράμματα δὲ λέγεται διὰ τὸ γραμμαῖς καὶ ξυσμοῖς τυποῦσθαι· γράψαι γὰρ τὸ ξύσαι παρὰ τοῖς παλαιοῖς, ὡς καὶ παρ ̓ Ὁμήρῳ

νῦν δέ μ ̓ ἐπιγράψας τάρσον ποδὸς εὔχεαι αὔτως.

Tὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται διὰ τὸ ἔχειν στοῖχόν τινα καὶ τάξιν.

Τούτων φωνήεντα μέν εἰσιν ἑπτά, α, ε, η, ι, ο, υ, ω. φωνήεντα δὲ λέγεται, διότι φωνὴν ἀφ ̓ ἑαυτῶν ἀποτελεῖ, οἷον , . Τῶν δὲ φωνηέντων μακρὰ μέν εἰσι δύο, η καὶ ω, βραχέα δὲ δύο, ε καὶ ο, δίχρονα δὲ τρία, α, ι καὶ υ. δίχρονα δὲ λέγεται, ἐπειδὴ ἐκτείνεται καί συστέλλεται. Προτακτικὰ φωνήεντα πέντε, α, ε, η, ο, ω. προτακτικὰ δὲ λέγεται, ὅτι προτασσόμενα τοῦ ι καὶ υ συλλαβὴν ἀποτελεῖ, οἷον αι αυ. ὑποτακτικὰ δύο· ι καὶ υ. καὶ τὸ υ δὲ ἐνιότε προτακτικόν ἐστι τοῦ ι, ὡς ἐν τῷ μυῖα καὶ ἅρπυια. δίφθογγοι δέ εἰσιν ἕξ· αι αυ ει ευ οι ου.

Σύμφωνα δὲ τὰ λοιπὰ ἑπτακαίδεκα· β γ δ ζ θ κ λ μ ν ξ π ρ σ τ φ χ ψ. σύμφωνα δὲ λέγονται, ὅτι αὐτὰ μὲν καθ ̓ ἑαυτὰ φωνὴν οὐκ ἔχει, συντασσόμενα δὲ μετὰ τῶν φωνηέντων φωνὴν ἀποτελεῖ. τούτων ἡμίφωνα μέν ἐστιν ὀκτώ· ζ ξ ψ λ μ ν ρ σ. ἡμίφωνα δὲ λέγεται, ὅτι παρ ̓ ὅσον ἧττον τῶν φωνηέντων εὔφωνα καθέστηκεν ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς. ἄφωνα δέ ἐστιν ἐννέα· β γ δ κ π τ θ φ χ. ἄφωνα δὲ λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐστὶν κακόφωνα, ὥσπερ ἄφωνον λέγομεν τὸν τραγῳδὸν τὸν κακόφωνον. τούτων ψιλὰ μέν ἐστι τρία, κ π τ, δασέα τρία, θ φ χ, μέσα δὲ τούτων τρία, β γ δ. μέσα δὲ εἴρηται, ὅτι τῶν μὲν ψιλῶν ἐστι δασύτερα, τῶν δὲ δασέων ψιλότερα. καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ, τὸ δὲ γ μέσον τοῦ κ καὶ χ, τὸ δὲ δ μέσον τοῦ θ καὶ τ. ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς, τῷ μὲν π τὸ φ, οὕτως·

ἀλλά μοι εἴφ ̓ ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα

Τῷ δὲ κ τὸ χ·

αὐτίχ ̓ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ ̓ Ὀδυσσεύς ε 229

τὸ δὲ θ τῷ τ·

ὣς ἔφαθ ̓· οἱ δ ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία· ζ ξ ψ. διπλᾶ δὲ εἴρηται, ὅτι ἓν ἕκαστον αὐτῶν ἐκ δύο συμφώνων σύγκειται, τὸ μὲν ζ ἐκ τοῦ σ καὶ δ, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ σ, τὸ δὲ ψ ἐκ τοῦ π καὶ σ. ἀμετάβολα τέσσαρα· λ μ ν ρ. ἀμετὰβολα δὲ λέγεται, ὅτι οὐ μεταβάλλει ἐν τοῖς μέλλουσι τῶν ῥημάτων οὐδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων. τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται. Τελικὰ ἀρσενικῶν ὀνομάτων ἀνεπεκτάτων κατ ̓ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν στοιχεῖά ἐστι πέντε· ν ξ ρ σ ψ, οἷον Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ. θηλυκῶν δὲ ὀκτώ· α η ω ν ξ ρ σ ψ, οἷον Μοῦσα Ἑλένη Κλειώ χελιδών ἕλιξ μήτηρ Θέτις λαῖλαψ. οὐδετέρων δὲ ἕξ· α ι ν ρ σ υ, οἷον ἅρμα μέλι δένδρον ὕδωρ δέπας δόρυ. τινὲς δὲ προστιθέασι καὶ τὸ ο, οἷον ἄλλο. δυϊκῶν δὲ τρία· α ε ω, οἷον Ἀτρείδα Ἕκτορε φίλω. πληθυντικῶν δὲ τέσσαρα· ι σ α η, οἷον φίλοι Ἕκτορες βιβλία βέλη.

7. On Elements

There are 24 elements from α to ω. They are called letters. (γράμματα) from being formed of lines and scratches. For to write, among the ancients, meant to scratches in Homer:

νῦν δέ μ᾽ ἑπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὕτως.

They are also called elements (στοιχεῖα) from being in a certain series or arrangement. Of these letters:

  • Seven are vowels: α, ε, η, ι, ο, υ, and ω. They are called vowels because they form a complete sound by themselves.
  • Of the vowels, two are long, η and ω; two are short, ε and ο; and three are doubtful, α, ι, υ. They are called doubtful because they may be either lengthened or shortened.
  • Five of the vowels are prepositive, α, ε, η, ο, ω. They are called prepositive because, when placed before ι or υ, they form a syllable, as αι and αυ.
  • There are six diphthongs, αι, αυ, ει, ευ, οι, and ου.

The remaining seventeen letters are consonants, β, γ, δ, ζ, θ, κ, λ, μ, ν, ξ, π, ρ, σ, τ, φ, χ, and ψ. They are called consonants because by themselves they have no sound, but produce a sound only when they are combined with vowels. - Of the consonants, eight are semi-vowels, ζ, ξ, ψ, λ, μ, ν, ρ, ς. They are also called semivowels because, being less easily sounded than the vowels, when attempted to be pronounced alone, they result in hisses and mumblings. - There are nine mutes, β, γ, δ, θ, κ, π, τ, φ, χ. They are called mutes because they are more disagreeable in sound than the others, just as we say that a tragedian with a disagreeable voice is mute. Of these, three are smooth, κ, π, τ; three are rough, θ, φ, χ; and three are medial,

A word is the smallest part of a syntactically constructed sentence.

On the Sentence (λόγος)

A sentence is a combination of words, either in prose or in verse, making complete sense. There are eight parts of speech: Noun, Verb, Participle, Article, Pronoun, Preposition, Adverb, and Conjunction. The common noun, as a species is subordinate to the noun.

14. ΠΕΡΙ ΟΝΟΜΑΤΟΣ. Ὄνομά ἐστι μέρος λόγου πτωτικόν, σῶμα πρᾶγμα σημαῖνον, σῶμα μὲν οἷον λίθος, πρᾶγμα δὲ οἷον παιδεία, κοινῶς τε καὶ ἰδίως λεγόμενον, κοινῶς μὲν οἷον ἄνθρωπος ἵππος, ἰδίως δὲ οἷον Σωκράτης. παρέπεται δὲ τῷ ὀνόματι πέντε· γένη, εἴδη, σχήματα, ἀριθμοί, πτώσεις.

Γένη μὲν οὖν εἰσι τρία· ἀρσενικόν, θηλυκόν, οὐδέτερον. ἔνιοι δὲ προστιθέασι τούτοις ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον, κοινὸν μὲν οἷον ἵππος κύων, ἐπίκοινον δὲ οἷον χελιδών ἀετός.

Εἴδη δέ δύο, πρωτότυπον καὶ παράγωγον. πρωτότυπον μὲν οὖν ἐστι τὸ κατὰ τὴν πρώτην θέσιν λεχθέν, οἷον Γῆ. παράγωνον δὲ τὸ ἀφ ̓ ἑτέρου τὴν γένεσιν ἐσχηκός, οἷον Γαιήιος. Εἴδη δὲ παραγώνων ἐστὶν ἑπτά· πατρωνυμικόν, κτητικόν, συγκριτικόν, ὑπερθετικόν, ὑποκοριστικόν, παρώνυμον, ῥηματικόν. Πατρωνυμικὸν μὲν οὖν ἐστι τὸ κυρίως ἀπό πατρὸς ἐσχηματισμένον, καταχρηστικῶς δὲ καὶ τὸ ἀπὸ προγόνων, οἷον Πηλείδης, Αἰακίδης Ἀχιλλεύς.-τύποι δὲ τῶν πατρωνυμικῶν ἀρσενικῶν μὲν τρεῖς, εἰς δης, εἰς ων, εἰς αδιος, οἷον Ἀτρείδης, Ἀτρείων, καὶ τῶν Αἰολέων ἴδιος τύπος Ὑρράδιος· Ὕρρα γὰρ παῖς Πιττακός. θηλυκῶν δὲ οἱ ἴσοι τρεῖς, εἰς ις, οἷον Πριαμίς, καὶ εἰς ας, οἷον Πελιάς, καὶ εἰς νη, οἷον Ἀδρηστίνη.-ἀπὸ δὲ μητέρων οὐ σχηματίζει πατρωνυμικὸν εἶδος Ὅμηρος, ἀλλ ̓ οἱ νεώτεροι. Κτητικὸν δέ ἐστι τὸ ὑπὸ τὴν κτῆσιν πεπτωκός, ἐμπεριειλημμένου τοῦ κτήτορος, οἷον Νηλήϊοι, ἵπποι, Ἑκτόρεος χιτών, Πλατωνικὸν βιβλίον. Συγκριτικὸν δέ ἐστι τὸ τὴν σύγκρισις ἔχον ἑνὸς πρὸς ἕνα ὁμοιογενῆ, ὡς Ἀχιλλεὺς ἀνδρειότερος Αἴαντος, ἑνὸς πρὸς πολλοὺς ἑτερογενεῖς, ὡς Ἀχιλλεὺς ἀνδρειότερος τῶν Τρώων. τῶν δὲ συγκριτικῶν τύποι εἰσὶ τρεῖς, εἰς τερος, οἷον ὀξύτερος βραδύτερος, καὶ εἰς ων καθαρός, οἷον βελτίων καλλίων, καὶ εἰς ων, οἷον κρείσσων ἥσσων. Ὑπερθετικὸν δέ ἐστι τὸ κατ ̓ ἐπίτασιν ἑνὸς πρὸς πολλοὺς παραλαμβανόμενον ἐν συγκρίσει. τύποι δὲ αὐτοῦ εἰσι δύο, εἰς τατος, οἷον ὀξύτατος βραδύτατος, καὶ εἰς τος, οἷον ἄριστος μέγιστος. Ὑποκοριστικὸν δέ ἐστι τὸ μείωσιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν, οἷον ἀνθρωπίσκος λίθαξ μειρακύλλιον. Παρώνυμον δέ ἐστι τὸ παρ ̓ ὄνομα ποιηθέν, οἷον Θέων, Τρύφων. Ῥηματικὸν δέ ἐστι τὸ ἀπὸ ῥήματος παρηγμένον, οἷον Φιλήμων Νοήμων.

Σχήματα δὲ ὀνομάτων ἐστὶ τρία· ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μὲν οἷον Μέμνων, σύνθετον δὲ οἷον Ἀγαμέμνων, παρασύνθετον δὲ οἷον Ἀγαμεμνονίδης, Φιλιππίδης.-τῶν δὲ συνθέτων διαφοραί εἰσι τέσσαρες. μὲν γὰρ αὐτῶν εἰσιν ἐκ δύο τελείων, ὡς Χειρίσοφος, δὲ ἐκ δύο ἀπολειπόντων, ὡς Σοφοκλῆς, δὲ ἐξ ἀπολείποντος καὶ τελείου, ὡς Φιλόδημος, δὲ ἐκ τελείου καὶ ἀπολείποντος, ὡς Περικλῆς.

Ἀριθμοὶ τρεῖς· ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν Ὅμηρος, δυϊκὸς δὲ τὼ Ὁμήρω, πληθυντικὸς δὲ οἱ Ὅμηροι.-εἰσὶ δέ τινες ἑνικοὶ χαρακτῆρες καὶ κατὰ πολλῶν λεγόμενοι, οἷον δῆμος χορός ὄχλος· καὶ πληθυντικοὶ κατὰ ἑνικῶν τε καὶ δυϊκῶν, ἑνικῶν μὲν ὡς Ἀθῆναι Θῆβαι, δυϊκῶν δὲ ὡς ἀμφότεροι.

Πτώσεις ὀνομάτων εἰσὶ πέντε· ὀρθή, γενική, δοτική, αἰτιατική, κλητική. λέγεται δὲ μὲν ὀρθὴ ὀνομαστικὴ καὶ εὐθεῖα, δὲ γενικὴ κτητική τε καὶ πατρική, δὲ δοτικὴ ἐπισταλτική, δὲ αἰτιατικὴ κατ ̓ αἰτιατικήν, δὲ κλητικὴ προσαγορευτική.

Ὑποπέπτωκε δὲ τῷ ὀνόματι ταῦτα, καὶ αὐτὰ εἴδη προσαγορεύεται· κύριον, προσηγορικόν, ἐπίθετον, πρός τι ἔχον, ὡς πρός τι ἔχον, ὁμώνυμον, συνώνυμον, διώνυμον, ἐπώνυμον, ἐθνικόν, ἐρωτηματικόν, ἀόριστον, ἀναφορικὸν καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, περιληπτικόν, ἐπιμεριζόμενον, περιεκτικόν, πεποιημένον, γενικόν, ἰδικόν, τακτικόν, ἀριθμητικόν, ἀπολελυμένον, μετουσιαστικόν.

Κύριον μὲν οὖν ἐστι τὸ τὴν ἰδίαν οὐσίαν σημαῖνον, οἷον Ὅμηρος Σωκράτης. Προσηγορικὸν δέ ἐστι τὸ τὴν κοινὴν οὐσίαν σημαῖνον, οἷον ἄνθρωπος ἵππος. Ἐπίθετον δέ ἐστι τὸ ἐπὶ κυρίων προσηγορικῶν ὁμωνύμως τιθέμενον καὶ δηλοῦν ἔπαινον ψόγον. λαμβάνεται δὲ τριχῶς, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ἀπὸ μὲν ψυχῆς ὡς σώφρων ἀκόλαστος, ἀπό δὲ σώματος ὡς ταχύς βραδύς, ἀπὸ δὲ τῶν ἐκτὸς ὡς πλούσιος πένης. Πρός τι ἔχον δέ ἐστιν ὡς πατήρ υἱός φίλος δεξιός. Ὡς πρός τι ἔχον δέ ἐστιν ὡς νύξ, ἡμέρα, θάνατος, ζωή. Ὁμώνυμον δέ ἐστιν ὄνομα τὸ κατὰ πολλῶν ὁμωνύμως τιθέμενον, οἷον ἐπὶ μὲν κυρίων, ὡς Αἴας Τελαμώνιος καὶ Αἴας Ἰλέως, ἐπὶ δὲ προσηγορικῶν, ὡς μῦς θαλάσσιος καὶ μῦς γηγενής. Συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄορ ξίφος μάχαιρα σπάθη φάσγανον. Φερώνυμον δέ ἐστι τὸ ἀπό τινος συμβεβηκότος τεθέν, ὡς Τισαμενός καὶ Μεγαπένθης. Διώνυμον δέ ἐστιν ὀνόματα δύο καθ ̓ ἑνὸς κυρίου τεταγμένα, οἷον Ἀλέξανδρος καὶ Πάρις, οὐκ ἀναστρέφοντος τοῦ λόγου· οὐ γάρ, εἴ τις Ἀλέξανδρος, οὗτος καὶ Πάρις. Ἐπώνυμον δέ ἐστιν, καὶ διώνυμον καλεῖται, τὸ μεθ ̓ ἑτέρου κυρίου καθ ̓ ἑνὸς λεγόμενον, ὡς Ἐνοσίχθων Ποσειδῶν καὶ Φοῖβος Ἀπόλλων. Ἐθνικὸν δέ ἐστι τὸ ἔθνους δηλωτικόν, ὡς Φρύξ Γαλάτης. Ἐρωτηματικὸν δέ ἐστιν, καὶ πευστικὸν καλεῖται, τὸ κατ ̓ ἐρώτησιν λεγόμενον, οἷον τίς ποῖος πόσος πηλίκος. Ἀόριστον δέ ἐστι τὸ τῷ ἐρωτηματικῷ ἐναντίως λεγόμενον, οἷον ὅστις ὁποῖος ὁπόσος ὁπηλίκος. Ἀναφορικὸν δέ ἐστιν, καὶ ὁνοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωσιν σημαῖνον, οἷον τοιοῦτος τοσοῦτος τηλικοῦτος. Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος σημαῖνον, οἷον δῆμος χορός ὄχλος. Ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφοράν, οἷον ἑκάτερος ἕκαστος. Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχόμενον, οἷον δαφνών παρθενών. Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένον, οἷον φλοῖσβος ῥοῖζος ὀρυγμαδός. Γενικὸν δέ ἐστὶ τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον ζῶον φυτόν. Εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν, οἷον βοῦς ἵππος ἄμπελος ἐλαία. Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτος δεύτερος τρίτος. Ἀριθμητικὸν δέ ἐστι τὸ ἀριθμὸν σημαῖνον, οἷον εἷς δύο τρεῖς. Ἀπολελυμένον δέ ἐστιν καθ ̓ ἑαυτὸ νοεῖται, οἷον θεός λόγος.

Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος· ἐνέργεια μὲν ὡς κριτής κρίνων, πάθος δὲ ὡς κριτός κρινόμενος.

15. ΠΕΡΙ ΡΗΜΑΤΟΣ.

Ῥῆμά ἐστι λέξις ἄπτωτος, ἐπιδεκτικὴ χρόνων τε καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν πάθος παριστᾶσα. παρέπεται δὲ τῷ ῥήματι ὀκτώ, ἐγκλίσεις, διαθέσεις, εἴδη, σχήματα, ἀριθμοί, πρόσωπα, χρόνοι, συζυγίαι. ἐγκλίσεις μὲν οὖν εἰσι πέντε, ὁριστική, προστακτική, εὐκτική, ὑποτακτική, ἀπαρέμφατος. διαθέσεις εἰσὶ τρεῖς, ἐνέργεια, πάθος, μεσότης· ἐνέργεια μὲν οἷον τύπτω, πάθος δὲ οἷον τύπτομαι, μεσότης δὲ ποτὲ μὲν ἐνέργειαν ποτὲ δὲ πάθος παριστᾶσα, οἷον πέπηγα διέφθορα ἐποιησάμην ἐγραψάμην. εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον· πρωτότυπον μὲν οἷον ἄρδω, παράγωγον δὲ οἷον ἀρδεύω. σχήματα τρία, ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μὲν οἷον φρονῶ, σύνθετον δὲ οἷον καταφρονῶ, παρασύνθετον δὲ οἷον ἀντιγονίζω φιλιππίζω. ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν οἷον τύπτω, δυϊκὸς δὲ οἷον τύπτετον, πληθυντικὸς δὲ οἷον τύπτομεν. πρώσοπα τρία, πρῶτον, δεύτερον, τρίτον· πρῶτον μὲν ἀφ ̓ οὗ λόγος, δεύτερον δὲ πρὸς ὃν λόγος, τρίτον δὲ περὶ οὗ λόγος. χρόνοι τρεῖς, ἐνεστώς, παρεληλυθώς, μέλλων. τούτων παρεληλυθὼς ἔχει διαφορὰς τέσσαρας, παρατατικόν, παρακείμενον, ὑπερσυντέλικον, ἀόριστον· ὧν συγγένεια τρεῖς, ἐνεστῶτος πρὸς παρατατικόν, παρακειμένου πρὸς ὑπερσυντέλικον, ἀορίστου πρὸς μέλλοντα.

15. On the Verb

A verb is a word without cases (indeclinable), and marks time (tense), person, number, and presents either active or passive. It has eight characteristics: mood, disposition, class, form, number, person, conjugation. There are five moods: indicative, imperative, optative, subjunctive and infinitive.

There are three voices: active, passive, and middle: Active, such as τύπτω (I strike); Passive, such as τόπτομαι (I am struck); and middle—marking partly active and partly passive, such as πέποιθα (I trust), διέφξορα, (I waste); ἐποεησάμην (I became), ἐγραψάμην (I registered).

There are two species: Primitive and Derivative …

16. On Conjugation

Conjugation is the consecutive inflection of verbs. Of Barytone Verbs, there are 6 conjugations, which are:

  • The first is characterized by β, φ, π, and πτ. i.e. λείβω, γράφω, τέπτω, κόπτω. (pour, write, please, cut).
  • The second is characterized by γ, κ, χ, and κτ. i.e. λέγω, πλέκω, τρέχω, τίκτω. (say, weave, run, bear)

22. ΠΕΡΙ ΠΡΩΤΟΤΥΠΩΝ.

Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ , παραγώγων δὲ ἐμός σός ὅς. Γένη τῶν μὲν πρωτοτύπων διὰ μὲν τῆς φωνῆς οὐ διακρίνεται, διὰ δὲ τῆς ὑπ ̓ αὐτῶν δείξεως, οἷον ἐγώ· τῶν δὲ παραγώγων, οἷον ἐμός ἐμή τὸ ἐμόν. ἀριθμοὶ πρωτοτύπων μὲν ἑνικὸς ἐγώ σύ , δυϊκὸς νῶϊ σφῶϊ, πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖς· παραγώγων δὲ ἑκινὸς ἐμός σός ὅς, δυϊκὸς ἐμώ σώ , πληθυντικὸς ἐμοί σοί οἵ. πτώσεις πρωτοτύπων μὲν ὀρθῆς ἐγώ σύ , γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμοί σοί οἷ, αἰτιατικῆς ἐμέ σέ , κλητικῆς σύ· παραγώγων δὲ ἐμός σός ὅς, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμῷ σῷ , αἰτιατικῆς ἐμόν σόν ὅν. σχήματα δύο, ἁπλοῦν, σύνθετον· ἁπλοῦν μὲν οἷον ἐμοῦ σοῦ οὗ, σύνθετον δὲ ἐμαυτοῦ σαυτοῦ αὑτοῦ. εἴδη δέ, ὅτι αἱ μέν εἰσι πρωτότυποι, ὡς ἐγώ σύ , αἱ δὲ παράγωγοι, ὡς πᾶσαι αἱ κτητικαί, αἳ καὶ διπρόσωποι καλοῦνται. παράγονται δὲ οὗτως· ἀπὸ μὲν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦσαι, ὡς ἀπὸ τοῦ ἐμοῦ ἐμός· ἀπὸ δὲ δυϊκῶν αἱ δύο, ὡς ἀπὸ τοῦ νῶϊ νωΐτερος· ἀπὸ δὲ πληθυντικῶν αἱ πολλούς, ὡς ἀπὸ τοῦ ἡμεῖς ἡμέτερος. τῶν δὲ ἀντωνυμιῶν αἱ μέν εἰσιν ἀσύναρθροι, αἱ δὲ σύναρθροι· ἀσύναρθροι μὲν οἷον ἐγώ, σύναρθροι δὲ οἷον ἐμός.

24. ΠΕΡΙ ΕΠΙΡΡΗΜΑΤΟΣ.

Ἐπίρρημά ἐστι μέρος λόγου ἄκλιτον, κατὰ ῥήματος λεγόμενον ἐπιλεγόμενον ῥήματι. Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα· ἁπλᾶ μὲν ὡς πάλαι, σύνθετα δὲ ὡς πρόπαλαι. Τὰ δὲ χρόνου δηλωτικά, οἷον νῦν τότε αὖθις· τούτοις δὲ ὡς εἴδη ὑποτακτέον τὰ καιροῦ παραστατικά, οἷον, σήμερον, αὔριον, τόφρα, τέως, πηνίκα. τὰ δὲ μεσότητος, οἷον, καλῶς, σοφῶς. τὰ δὲ ποιότητος, οἷον πύξ, λάξ, βοτρυδόν, ἀγεληδόν. τὰ δὲ ποσότητος, οἷον πολλάκις ὀλιγάκις. τὰ δὲ ἀριθμοῦ δηλωτικά, οἷον δίς τρίς τετράκις. τὰ δὲ τοπικά, οἷον ἄνω κάτω· ὧν σχέσεις εἰσὶ τρεῖς, ἐν τόπῳ, εἰς τόπον, ἐκ τόπου, οἷον οἴκοι οἴκαδε οἴκοθεν. τὰ δὲ εὐχῆς σημαντικά, οἷον εἴθε αἴθε ἄβαλε. τὰ δὲ σχετλιαστικά, οἷον παπαῖ ἰού φεῦ. τὰ δὲ ἀρνήσεως ἀποφάσεως, οἷον, οὔ, οὐχί, οὐδῆτα, οὐδαμῶς. τὰ δὲ συγκαταθέσεως, οἷον, ναί, ναίχι. τὰ δὲ ἀπαγορεύσεως, οἷον, μή, μηδῆτα, μηδαμῶς. τὰ δὲ παραβολῆς ὁμοιώσεως, οἷον, ὡς, ὥσπερ, ἠΰτε, καθάπερ. τὰ δὲ θαυμαστικά, οἷον, βαβαῖ. τὰ δὲ εἰκασμοῦ, οἷον, ἴσως, τάχα, τυχόν. τὰ δὲ τάξεως, οἷον, ἑξῆς, ἐφεξῆς, χωρίς. τὰ δὲ ἀθροίσεως, οἷον, ἄρδην, ἅμα, ἤλιθα. τὰ δὲ παρακελεύσεως, οἷον, εἶα, ἄγε, φέρε. τὰ δὲ συγκρίσεως, οἷον, μᾶλλον, ἧττον. τὰ δὲ ἐρωτήσεως, οἷον, πόθεν, πηνίκα, πῶς. τὰ δὲ ἐπιτάσεως, οἷον, λίαν, σφόδρα, πάνυ, ἄγαν, μάλιστα. τὰ δὲ συλλήψεως, οἷον, ἅμα, ὁμοῦ, ἄμυδις. τὰ δὲ ἀπωμοτικά, οἷον, μά. τὰ δὲ κατωμοτικά, οἷον, νή. τὰ δὲ βεβαιώσεως, οἷον, δηλαδή. τὰ δὲ θετικά, οἷον, γαμητέον, πλευστέον. τὰ δὲ θειασμοῦ, οἷον, εὐοἵ, εὔἁν.

25. ΠΕΡΙ ΣΥΝΔΕΣΜΩΝ.

Σύνδεσμός ἐστι λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως καὶ τὸ τῆς ἑρμηνείας κεχηνὸς δηλοῦσα. Τῶν δὲ συνδέσμων οἱ μέν εἰσι συμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ δὲ συναπτικοί, οἱ δὲ παρασυναπτικοί, οἱ δὲ αἰτιολογικοί, οἱ δὲ ἀπορρηματικοί, οἱ δὲ συλλογιστικοί, οἱ δὲ παραπληρωματικοί.

Καὶ συμπλεκτικοὶ μὲν εἰσιν ὅσοι τὴν ἑρμηνείαν ἐπ᾽ ἄπειρον ἐκφερομένην συνδέουσιν. εἰσὶ δὲ οἵδε· μέν, δέ, τέ, καί, ἀλλά, ἠμέν, ἠδέ, ἰδέ, ἀτάρ, αὐτάρ, ἤτοι, κέν, ἄν. διαζευκτικοὶ δέ εἰσιν ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν, ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστᾶσιν. εἰσὶ δὲ οἵδε· , ἤτοι, ἠέ. συναπτικοὶ δέ εἰσιν ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσι, σημαίνουσι δὲ ἀκολουθίαν. εἰσὶ δὲ οἵδε· εἴ, εἴπερ, εἰδή, εἰδήπερ. παρασυναπτικοὶ δέ εἰσιν ὅσοι μεθ ̓ ὑπάρξεως καὶ τάξιν δηλοῦσιν. εἰσὶ δὲ οἵδε· ἐπεί ἐπείπερ ἐπειδή ἐδειδήπερ. αἰτιολογικοὶ δέ εἰσιν ὅσοι ἐπ ̓ ἀποδόσει αἰτίας ἕνεκεν παραλαμβάνονται. εἰσὶ δὲ οἵδε· ἵνα, ὄφρα, ὅπως, ἕνεκα, οὕνεκα, διὅ, διὅτι, καθ ̓ , καθ ̓ ὅτι, καθ ̓ ὅσον. ἀπορρηματικοὶ δέ εἰσιν ὅσοι ἐπαποροῦντες εἰώθασι συνδεῖν. εἰσὶ δὲ οἵδε· ἆρα, κᾶτα, μῶν. συλλογιστικοὶ δέ εἰσιν ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ συλλήψεις τῶν ἀποδείξεων εὖ διάκεινται. εἰσὶ δὲ οἵδε· ἄρα ἀλλά ἀλλαμήν, τοίνυν, τοιγάρτοι, τοιγαροῦν. παραπληρωματικοὶ δέ εἰσιν ὅσοι μέτρου κόσμου ἕνεκεν παραλαμβάνονται. εἰσὶ δὲ οἵδε· δή, ῥά, νύ, ποῦ, τοί, θήν, ἄρ, δῆτα, πέρ, πώ, μήν, ἄν, αὖ, νῦν, οὖν, κέν, γέ. τινὲς δὲ προστιθέασι καὶ ἐναντιωματικούς, οἷον, ἔμπης, ὅμως.

25. On Conjunctions

A Conjunction is a word binding together a thought according to order, and filling up the hiatuses of speech. Of the conjunctions, some are copulative, some are disjunctive, some are conjunctive, some praeter-conjunctive, some causative, some dubitative, some conclusive, and some expletive.

References

This is a transcription of the version published in Anecdota Graeca II available on archive.org